Humanitext Reader

荷马 · 奥德赛 §12.192-12.257

驶经斯库拉与卡律布迪斯及同伴罹难

第 85 段,共 173 段 · 希腊语

内容简介

奥德修斯一行成功度过了塞壬的诱惑,但随后便进入了斯库拉与卡律布迪斯所在的险恶水道,最终六名同伴被斯库拉掳走吞食。

§12.192ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ §12.193ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους §12.194ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
她们发出优美的歌声这般唱着;而我的内心渴望倾听,我摆动双眉示意命令伙伴们将我解开;但他们则躬身向前用力划桨。
§12.195αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε §12.196πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
佩里梅德斯与欧律洛科斯随即站起身来,用更多的绳索将我捆绑,并更加紧紧地勒住。
§12.197αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα §12.198φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς, §12.199αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι, §12.200ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.
但当我们驶过她们,此后便再也听不到塞壬的声音与她们的歌声时,我那忠诚的伙伴们立时取出了我涂在他们耳中的蜜蜡,并将我从绳索中解脱出来。
§12.201ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα §12.202καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
然而,我们刚一离开那座岛屿,紧接着我便看见了浓烟与滔天巨浪,并听到了轰鸣巨响。
§12.203τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά, §12.204βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ §12.205νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
伙伴们惊恐万分,桨从他们手中滑落,在奔腾的急流中纷纷发出落水声;而船只停滞不前,因为他们不再用双手奋力划动那削尖的桨。
§12.206αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους §12.207μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον· §12.208ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν· §12.209οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ §12.210εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·
而我则在船舱中走动,来到每个人身旁,用温和的话语鼓励着每一位伙伴: “朋友们啊,我们并非不曾经历过灾祸;眼前的灾祸绝不比独眼巨人用他那强横的暴力将我们困在深邃洞穴里时更为巨大。
§12.211ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,
然而,凭着我的勇气、谋略与智慧,我们甚至从那里逃脱了。
§12.212ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.
我想我们终有一天也会记起眼前的这一切。
§12.213νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
现在,来吧,正如我所说的那样,我们大家都要听从。
§12.214ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν §12.215τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς §12.216δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·
你们坐在桨座上,用桨拍打海面上破碎的深澜,且看宙斯是否会恩赐我们逃脱这场毁灭并避开灾难。
§12.217σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ §12.218βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.
而你,舵手,我如此命令你:你要将此牢记在心,因为你操纵着我们这艘深船的舵柄。
§12.219τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε §12.220νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι §12.221κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.
你要让船只避开那片浓烟与波涛,并紧贴着岩壁行驶,免得船只在你毫无察觉时冲向那一侧,从而将我们带入深渊。
§12.222ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
” 我这样说,他们便迅速顺从了我的言语。
§12.223Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην, §12.224μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι §12.225εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
但我没有再提及斯库拉,那是一场无法挽回的灾难,免得伙伴们心生恐惧而停止划桨,并躲藏在船舱深处。
§12.226καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς §12.227λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι· §12.228αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε §12.229μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον §12.230πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι §12.231Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.
就在那时,我忘记了基尔克那严厉的叮嘱,因她曾告诫我绝不要穿戴盔甲;但我却穿上了著名的防具,双手握住两支长枪,登上了船首的甲板;因为我正预料那岩石上的斯库拉会最先从那里现身,她将给我和伙伴们带来灾难。
§12.232οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε §12.233πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
然而我无法在任何地方窥见她,我那朝向昏暗岩壁四下张望的双眼也已疲惫不堪。
§12.234ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες· §12.235ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις §12.236δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
我们流着泪驾船驶入狭窄的水道;一侧是斯库拉,另一侧则是神圣的卡律布迪斯,她正以恐怖之势吸入咸咸的海水。
§12.237ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ §12.238πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη §12.239ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·
确实,当她将水吐出时,犹如大火上的锅炉,整片海域都沸腾翻卷,而浪花飞溅,直直落入两侧岩壁的顶端。
§12.240ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ, §12.241πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη §12.242δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε §12.243ψάμμῳ κυανέη·
但当她吞噬咸咸的海水时,内部翻腾的景象尽数显露,周围的岩石发出可怕的咆哮,而在下方,露出了带有青黑泥沙的海底。
τοὺς δὲ χλωρὸν δέος ᾕρει.
苍白的恐惧攫住了伙伴们。
§12.244ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
我们害怕毁灭,目不转睛地望着她。
§12.245τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους §12.246ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
而在此期间,斯库拉从我们深邃的船上,掳走了六位在臂力与体力上最为出众的同伴。
§12.247σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους §12.248ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν §12.249ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες §12.250ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.
当我将目光投向疾驰的船只,同时寻找伙伴时,我已看见他们的手脚在上方高高扬起;他们悲痛欲绝,口中呼喊着我的名字,那是在当时,最后一次的呼喊。
§12.251ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ §12.252ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων §12.253ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο, §12.254ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε, §12.255ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας· §12.256αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας §12.257χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·
正如渔夫在突出的岩石上,用长长的钓竿,向小鱼投下包裹着诱饵的欺骗,将野牛角制成的套筒投入海中,随后提起挣扎的鱼,将它甩在岸上,他们就这样挣扎着被拎向岩壁;就在她那洞口,她吞食着那些大声哀号、并在残酷的死斗中向我伸出双手的同伴。

词汇与语法注释

  1. 12.194ὀφρύσι νευστάζων — 分词 νευστάζων(点头、示意)伴随工具与格 ὀφρύσι(用双眉),描绘出奥德修斯向因耳塞而听不见声音的同伴们通过视觉手势传达命令的情景。
  2. 12.203τῶν δʼ ἄρα δεισάντων — 属格绝对(genitive absolute)结构。代词 τῶν 指代伙伴们,其后主句动词 ἔπτατο(πέτομαι 的直陈式不定过去时第三人称单数)的主语是中性复数名词 ἐρετμά(桨),因而动词使用单数形式。
  3. 12.209οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν — 比较级 μεῖζον 与 ἤ(比……)形成呼应,表示比较。结合否定小词 οὐ μὲν δή,构成强烈的断言:“眼前的灾祸绝不比独眼巨人……时更为巨大”。
  4. 12.219τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς — 介词性副词 ἐκτός(在外、远离)支配属格 τούτου καπνοῦ καὶ κύματος。与命令式动词 ἔεργε(使隔离、使避开)结合,构成命令舵手将船只驶离危险地带的句式。
  5. 12.251ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ — 荷马式比喻(Homeric simile)的经典引入。该长比喻自 251 行一直延续至 254 行,并在 255 行通过 ὣς οἵ γʼ(就像那样,他们……)回归主干叙事(被比喻部分),展示了史诗独特的结构特征。

引用这一段

荷马, 奥德赛 §12.192-12.257. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:12.192-12.257

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。