Humanitext Reader

ホメロス · オデュッセイア §11.1-11.73

冥界の入り口での降霊とエルペノールの霊

73 / 173 箇所 · ギリシア語

要旨

オデュッセウス一行はキルケの島を出発して世界の果てに到達し、冥界の入り口で死者の儀式を行う。そこに様々な死者の魂が集まり、最初に未埋葬の同志エルペノールが現れて自身の埋葬を懇願する。

§11.1αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν, §11.2νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν, §11.3ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ, §11.4ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ §11.5βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
さて、私たちが船と海に下りたとき、まず何よりも先に、船を気高い海へと引き出し、黒い船に帆柱と帆を据え、さらに羊たちを乗せ、私たち自身もまた悲しみに沈み、大粒の涙を流しながら乗り込んだ。
§11.6ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο §11.7ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον, §11.8Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
黒い舳先の船の後ろから、帆をはらむ好都合な追い風を、良き伴侶として送ってくれたのは、美しい髪の、人間の言葉を話す恐るべき女神キルケであった。
§11.9ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα §11.10ἥμεθα·
私たちは船の中の道具をそれぞれ整えて、座っていた。
τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
船を風と舵取りがまっすぐに進めた。
§11.11τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·
海を行く船の帆は、一日中張り詰められていた。
§11.12δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
日は沈み、すべての道は暗闇に包まれた。
§11.13ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.
船は、深く流れるオケアノスの限界に達した。
§11.14ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε, §11.15ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι·
そこにはキメリアの民の国と都市があり、霧と雲に覆われている。
οὐδέ ποτʼ αὐτοὺς §11.16ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,
輝く太陽がその光線で彼らを見下ろすことは決してない。
§11.17οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα, §11.18οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,
星ちりばむ天へと昇っていくときも、天から再び地へと引き返すときも。
§11.19ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.
むしろ、滅びをもたらす夜が、哀れな凡夫たちの上に広がっている。
§11.20νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα §11.21εἱλόμεθʼ·
そこへ至って、私たちは船を引き上げ、羊たちを連れ出した。
αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο §11.22ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.
私たち自身は、オケアノスの流れに沿って進んだ、キルケが指示した場所にたどり着くまで。
§11.23ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε §11.24ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ §11.25βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
そこで、ペリメデスとエウリュロコスが犠牲の獣を抱え、私は太ももの脇から鋭い剣を抜き、縦横に一ペキュスほどの穴を掘った。
§11.26ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,
その周囲に、すべての死者たちへの供物を注いだ。
§11.27πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, §11.28τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.
最初は蜂蜜とミルクの混ぜ物に、次は甘いワイン、三番目は水であり、その上から白い大麦の粉を振りかけた。
§11.29πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα, §11.30ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, §11.31ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν, §11.32Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ §11.33παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.
そして、死者たちの無力な頭部に何度も祈りを捧げ、イタケに帰還した暁には、子供を産まない最上の牝牛を館の中で犠牲として捧げ、薪の山を良き宝物で満たし、テイレイシアスに対しては、彼一人のために離れた場所で、私たちの羊群の中で際立って優れている、全身が漆黒 of 牡羊を犠牲に捧げると約束した。
§11.34τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν, §11.35ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα §11.36ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές·
祈りと願いによって、死者たちの群れに懇願したあと、私は羊たちを捕らえて穴へとその首を斬り、黒く濁った血が流れ出た。
αἱ δʼ ἀγέροντο §11.37ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.
すると、集まってきた、エレボスから亡くなった死者たちの魂が。
§11.38νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες §11.39παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι, §11.40πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν, §11.41ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·
花嫁たち、若者たち、多くを耐え忍んだ老人たち、瑞々しくも新たな悲しみを心に抱く乙女たち、青銅を帯びた槍に傷ついた多くの人々、戦死して血に塗れた武具を身にまとった男たち。
§11.42οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος §11.43θεσπεσίῃ ἰαχῇ·
彼らは恐ろしい叫び声を上げながら、あちこちから穴の周りに群がってきた。
ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.
私を青ざめる恐怖が捕らえた。
§11.44δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα §11.45μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ, §11.46δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, §11.47ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·
まさにそのとき、私は同志たちを鼓舞し、無慈悲な青銅によって屠られ、そこに横たわっている羊たちを、皮を剥いで焼き尽くし、神々に、強大なるハデスと恐るべきペルセフォネイアに祈るように命じた。
§11.48αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ §11.49ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα §11.50αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
私自身は、太ももの脇から鋭い剣を引き抜き、座えていて、死者たちの無力な頭部が、テイレイシアスから神託を聞くまでは、血に近づくのを許さなかった。
§11.51πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·
最初に同志エルペノールの魂がやって来た。
§11.52οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·
彼はまだ広い道の地の下に埋葬されていなかった。
§11.53σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς
私たちが彼の遺体を、泣くことも埋葬することもなくキルケの館に残してきたからだ。
§11.54ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.
別の仕事が私たちを急がせたからである。
§11.55τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ, §11.56καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
彼を見て私は涙を流し、心の中で哀れに思い、声かけて彼に翼ある言葉を語りかけた。
§11.57Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;
「エルペノールよ、お前はどうして霧深い暗闇の下へとやって来たのか。
§11.58ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.
お前は徒歩で来たというのに、黒い船に乗った私よりも早く着くとは。
§11.59ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
」私がこのように言うと、彼は嘆き悲しみながら言葉を返した。
§11.60διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §11.61ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.
「神々に育まれしラエルテスの子、機知に富むオデュッセウスよ、神の悪しき定めと、計り知れないワインが私を破滅させました。
§11.62Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα §11.63ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν, §11.64ἀλλὰ καταντικρὺ τέγεος πέσον·
キルケの館で横になって眠っていた私は、長い梯子を使って、元来た道を下りることに気づかず、屋根から真っ逆さまに転落したのです。
ἐκ δέ μοι αὐχὴν §11.65ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.
私の首は椎骨から砕け散り、その魂はハデスの国へと下っていきました。
§11.66νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων, §11.67πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα, §11.68Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·
しかし今、私は、ここにおられない、あとに残された人々、あなたの妻や、あなたが幼い頃に育ててくれた父、そして館にただ一人残してきたテレマコスにかけて、あなたに懇願します。
§11.69οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο §11.70νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·
私は知っています、あなたがここハデスの館を出て行くとき、アイアイエ島にその立派な船を留めるであろうことを。
§11.71ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.
王よ、そのときには私を思い出してくださるよう願います。
§11.72μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν §11.73νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,
私を弔いもなく、埋葬もせずにあとに残し、立ち去ってしまわないでください、私があなたに対する神々の怒りの原因とならないように。 」

語釈・文法注

  1. §11.7ἐσθλὸν ἑταῖρον — οὖρον(追い風)に対する同格。キルケが送ってくれた「追い風」自体を、航海を助けてくれる「良き伴侶」と見なす比喩的表現。
  2. §11.11πανημερίης — 時間の持続を表す属格。「一日中」を意味し、女性名詞 πανημερίη の属格形、または形容詞 πανήμεριος の女性単数属格形が副詞的に用いられたもの。ここでは船(女性名詞 νηός、ここでは τῆς で受けられている)の航行が一日中続いたことを示す。
  3. §11.34τοὺς — 接続詞 ἐπεὶ に導かれる節の中で、後ろの ἔθνηα νεκρῶν(死者の群れ)を指す前方照応的な代名詞(対格)。後の名詞と並置・同格関係にある。
  4. §11.66τῶν ὄπιθεν — 関係代名詞のように機能する定冠詞属格で、「あとに残された人々(現在ここにいない人々)」を指す。後ろの πρός(〜にかけて誓う、懇願する)の対象となる人々(妻、父、テレマコス)を総括し、先取りしている。

この箇所を引用する

ホメロス, オデュッセイア §11.1-11.73. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:11.1-11.73

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。