Humanitext Reader

ホメロス · オデュッセイア §11.358-11.427

アガメムノンの亡霊との出会いと悲惨な死の告白

78 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスはアルキノオス王からの賞賛を受け、さらに夜を徹して物語を続けるよう促される。彼は冥府でアガメムノンの亡霊と出会い、アガメムノン自身が妻クリュタイムネストラとアイギストスの陰謀によって惨殺された悲劇的な最期を語る。

§11.358καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη, §11.359πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·
私もそれを望むでしょうし、その方がはるかに有益でしょう、より多くの贈り物を手にして、愛する祖国へと帰還することは。
§11.360καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην §11.361πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
そうすれば、私はすべての人々にとって、より敬意を払われ、より愛される者となるでしょう、イタケへの帰郷を果たした私を目にするすべての人々にとって。
§11.362τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
これに、再びアルキノオスが答えて語りかけた。
§11.363ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες, §11.364ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς
「おお、オデュッセウスよ、私たちはあなたを見て、決してこのように見なしてはいません、ペテン師や泥棒であるとは。
§11.365βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους, §11.366ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·
そのような者を、黒い大地は、広く散らばった人類の中から多く養っている、誰も見破ることのできない嘘をでっち上げる者たちを。
§11.367σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.
しかし、あなたには言葉の美しさがあり、内には優れた知性がある。
§11.368μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας, §11.369πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.
あなたは物語を、まるで歌い手のように巧みに語った、すべてのアルゲイオス人たちと、あなた自身の痛ましい苦難を。
§11.370ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, §11.371εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ
さあ、私にこれを語り、正確に述べておくれ、神のような戦友たちの誰かを見たかどうかを。
§11.372Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
彼らはあなたとともにイリオンへと従い、そこで死を遂げた者たちである。
§11.373νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος·
この夜はきわめて長く、測り知れない。
οὐδέ πω ὥρη
まだ館で眠る時間ではない。
§11.374εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.
あなたは私に、神々しい業績を語り続けておくれ。
§11.375καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ §11.376τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
私は神聖なる暁まで耐えることができるだろう、もしあなたが館の中であなたの苦難を語り続けるのを厭わないならば。
§11.377τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
」これに答えて、知謀に長けたオデュッセウスが言った。
§11.378Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, §11.379ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
「気高きアルキノオス王よ、万民の中で最も傑出した方よ、多くの物語を語る時間もあれば、眠る時間もあります。
§11.380εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε §11.381τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν, §11.382κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
しかし、もしあなたがなおも聴くことを切望されるなら、私はこれらをあなたに惜しむことなく、さらに哀れな他の出来事をも語りましょう、のちに滅び去った私の戦友たちの苦難を。
§11.383οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν, §11.384ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
彼らはトロイア人たちの嘆きに満ちた戦闘の叫びからは逃れたものの、帰郷の途上で、邪悪な女の邪意によって滅んだのです。
§11.385αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ §11.386ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων, §11.387ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
さて、清らかなペルセポネイアが、女たちの亡霊をあちこちへ追い散らしたとき、アトレウスの子アガメムノンの亡霊がやって来ました、嘆き悲しみながら。
§11.388ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ §11.389οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
彼の周りには他の亡霊たちが集まっていました、彼とともにアイギストスの館で死に、運命に従った者たちすべてが。
§11.390ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·
彼は黒い血を飲むと、すぐに私と気づきました。
§11.391κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων, §11.392πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·
彼は激しく泣き、大粒の涙を流しました、私に向かって両手を広げ、触れようと熱望しながら。
§11.393ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς, §11.394οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
しかし、彼にはもはや、揺るぎない力も活力も残っていませんでした、かつてそのしなやかな手足に宿っていたような力は。
§11.395τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ, §11.396καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
私は彼を見て涙を流し、心の中で哀れに思い、彼に声をかけ、翼ある言葉を語りかけました。
§11.397Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον, §11.398τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
『アトレウスの高貴な子よ、人間の王アガメムノンよ、どのような、長く横たえる死の運命が、あなたを屈服させたのですか。
§11.399ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν §11.400ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;
あるいは、船に乗っていたあなたをポセイドンが打ち倒したのですか、恐ろしい風の、容赦ない息吹を巻き起こして。
§11.401ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου §11.402βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά, §11.403ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;
あるいは、陸の上で敵対する男たちがあなたを害したのですか、あなたが牛の群れや、美しい羊の群れを奪い取ろうとしていたときに、あるいは、都市や女たちをめぐって戦っていたときに。
§11.404ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
』私がこのように言うと、彼はすぐに答えて私に言いました。
§11.405διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §11.406οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν §11.407ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,
『ゼウスから生まれしラエルテスの子、知謀に長けたオデュッセウスよ、ポセイドンが船の中の私を打ち倒したのでもなく、恐ろしい風の、容赦ない息吹を巻き起こして。
§11.408οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,
陸の上で敵対する男たちが私を害したのでもない。
§11.409ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε §11.410ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,
そうではなく、アイギストスが私に死と破滅を企て、私の忌まわしい妻とともに私を殺したのだ。
§11.411δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
自宅に招き入れ、もてなした後に、まるで誰かが飼い葉桶の傍らで牛を屠るかのように。
§11.412ὣς θάνον οἰκτίστῳ θανάτῳ·
このように私は最も惨めな死を遂げた。
περὶ δʼ ἄλλοι ἑταῖροι §11.413νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες, §11.414οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο §11.415ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.
そして周りの他の戦友たちは、容赦なく殺された、まるで牙の白い豚のように、勢力ある大富豪の家で、婚礼、あるいは共同の宴、あるいは盛大な祝宴において。
§11.416ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας, §11.417μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ· §11.418ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ, §11.419ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας §11.420κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
あなたはこれまでに多くの男たちの殺戮に遭遇し、一対一で殺される者たちや、激しい戦闘の中で殺される者たちを見たであろうが、しかし、あの光景を見たならば、あなたは心から最も深く嘆き悲しんだだろう、いかに私たちが、大釜や食べ物の並んだテーブルの周りに大広間に横たわり、床一面が血で溢れていたかを。
§11.421οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,
アンド私は、プリアモスの娘の最も哀れな声を聴いた、カッサンドラの声を。
§11.422Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
彼女を狡猾なクリュタイムネストラが殺したのだ、私の傍らで。
§11.423ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων §11.424βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις §11.425νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο §11.426χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.
私は地面に横たわりながら、両手を持ち上げ、死に瀕して剣の周りに投げ出したが、あの犬のような女は立ち去ってしまい、冥府へと向かおうとしている私に対して、手で目を閉じ、口を閉じてやることさえ、あえてしようとはしなかった。
§11.427ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
このように、女より恐ろしく、また破廉恥なものは他に存在しない。

語釈・文法注

  1. 11.363τὸ μὲν — 代名詞の中性対格単数形が副詞的に用いられ、「その点については」あるいは「このようには」を意味し、後続の不定詞句(ペテン師や泥棒であること)を先取りしている。
  2. 11.381τούτων — 動詞 φθονέω(〜を惜しむ、拒む)は、与格(人)と属格(事柄・源泉)を支配する。ここでは「これらのことをあなたに対して惜しむ」の意となる。
  3. 11.418κε ... ὀλοφύραο — 小辞 κε と直説法過去(アオリスト)ὀλοφύραο の組み合わせは、過去における反実仮想の帰結(「〜したであろうに」)を表す。
  4. 11.423ποτὶ γαίῃ — 「床(地面)において」を意味する。この前置詞句は、死にゆく状態(ἀποθνήσκων)または地面に倒れながら手を差し伸べる動作(βάλλον)のいずれにも修飾としてかかり得るが、アガメムノンの肉体的衰弱と非惨な倒れ方を強調している。

この箇所を引用する

ホメロス, オデュッセイア §11.358-11.427. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:11.358-11.427

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。