Humanitext Reader

荷马 · 奥德赛 §11.358-11.427

与阿伽门农亡灵的会面及其惨死的回忆

第 78 段,共 173 段 · 希腊语

内容简介

奥德修斯受到阿尔基诺斯国王的赞赏,并被要求继续讲述一整晚的故事。随后,他叙述了在冥府与阿伽门农亡灵的会面,阿伽门农向他倾诉了自己因妻子克吕泰涅斯特拉和埃癸斯托斯的阴谋而被残忍杀害的悲剧。

§11.358καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη, §11.359πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·
我也确实愿意如此,而且那也将会有益得多,带着更丰厚的财宝回到我可爱的祖国。
§11.360καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην §11.361πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
这样,我将会受到所有人的更多敬重和爱戴,凡是看到我回到伊萨卡的人都会如此。
§11.362τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· §11.363ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες, §11.364ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς §11.365βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους, §11.366ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·
阿尔基诺斯轮到他回答并开口说道: “噢,奥德修斯,我们看着你,绝不认为你是一个骗子或小偷,就像那黑色的土地在广泛散布的人类中大量滋养的那些人一样,他们编造那些让人无法看穿的谎言。
§11.367σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.
但在你身上有言辞的美妙,内里有高尚的心智。
§11.368μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας, §11.369πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.
你像歌者一样巧妙地叙述了你的故事,甚至所有阿耳戈斯人以及你自己的悲惨痛苦。
§11.370ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, §11.371εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ §11.372Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
不过来吧,请告诉我这件事并准确地陈述,你是否见到了你那些神一般的同伴,他们和你一起前往伊利翁,并在那里遭遇了他们的宿命。
§11.373νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη §11.374εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.
而这夜色正长,无边无际;还不到在大殿中安歇的时候;请继续向我讲述那些神奇的事迹。
§11.375καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ §11.376τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
我甚至能坚持到神圣的黎明,只要你愿意在大殿中向我诉说你的痛苦。
§11.377τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §11.378Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, §11.379ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
” 足智多谋的奥德修斯回答他并说道: “阿尔基诺斯王啊,万民中最杰出的领袖,有讲述许多话语的时候,也有安歇的时候。
§11.380εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε §11.381τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν, §11.382κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο, §11.383οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν, §11.384ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
但如果您仍渴望听下去,我绝不会吝惜向您讲述比这些更令人怜悯的其他事情,那些后来死去的我的同伴们的痛苦,他们虽然逃过了特洛伊人令人哀叹的战吼,却在归途中因一个邪恶女人的阴谋而丧生。
§11.385αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ §11.386ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων, §11.387ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο §11.388ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ §11.389οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
当纯洁的珀耳塞福涅将女人们的亡灵驱散到各处,阿特柔斯之子阿伽门农的亡灵满怀忧伤地走了过来;在他周围聚集着其他人,都是那些和他一起死在埃癸斯托斯家中并遭遇宿命的人。
§11.390ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν· §11.391κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων, §11.392πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·
他一喝下那黑色的血,便立刻认出了我;他放声痛哭,热泪纵横,朝我伸出双手,渴望能触及我。
§11.393ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς, §11.394οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
但可惜,他已不再拥有昔日那坚实的力量和活力,就像他从前在柔韧的肢体中所拥有的那样。
§11.395τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ, §11.396καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· §11.397Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον, §11.398τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
我见此情景落下泪来,心中十分怜悯他,便开口用带翼的言辞对他说: ‘最荣耀的阿特柔斯之子,万民之王阿伽门农,是什么带来痛苦死亡的命运降服了你?
§11.399ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν §11.400ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;
是波塞冬在船上击败了你,掀起了可怕狂风的无情吹袭?
§11.401ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου §11.402βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά, §11.403ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;
还是敌对的男子在陆地上加害于你,正当你抢夺牛群和美丽的羊群时,或者是在为了他们的城邦和女人战斗时?
§11.404ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε· §11.405διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §11.406οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν §11.407ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν, §11.408οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου, §11.409ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε §11.410ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας, §11.411δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
’ 我这样说,而他立刻回答并对我说: ‘宙斯所生的拉尔特斯之子,足智多谋的奥德修斯,既不是波塞冬在船上击败了我,掀起可怕狂风的无情吹袭,也不是敌对的男子在陆地上加害于我,而是埃癸斯托斯为我设计了死亡和毁灭,协同我那恶毒的妻子杀害了我,他把我召到他家,设宴款待我,正如有人在食槽旁宰牛一般。
§11.412ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι §11.413νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες, §11.414οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο §11.415ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.
我就这样落得最凄惨的死法;而在我周围,其他的同伴被无情地屠杀,如同獠牙白净的野猪在一个权势显赫的富人家中被宰杀,或在婚礼、或在聚餐、或在丰盛的宴席上。
§11.416ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας, §11.417μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ· §11.418ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ, §11.419ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας §11.420κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
你以前已经见识过许多男人的惨死,在单打独斗中,或在激烈的战场上被杀;但如果你看到那些景象,你的内心一定会最为痛惜,我们如何在大殿里,横尸在调酒器和摆满食物的桌旁,整个地面都喷涌着鲜血。
§11.421οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός, §11.422Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις §11.423ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων §11.424βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις §11.425νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο §11.426χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.
我听到了普里阿摩斯的女儿最凄惨的声音,卡桑德拉的声音,那心怀诡计的克吕泰涅斯特拉杀害了她,就在我的身旁;而我倒在地上,举起双手,在濒死时扑倒在剑旁;而那个长着狗脸的女人转过身去,甚至不肯在我走向哈得斯之家时,用她的双手合上我的双眼,并闭上我的嘴。
§11.427ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
因此,再没有比女人更可怕、更无耻的了,

词汇与语法注释

  1. 11.363τὸ μὲν — 代词的中性单数宾格在这里用作副词(意为“关于这一点”或“像这样”),预示了后文表示骗子或小偷的不定式短语。
  2. 11.381τούτων — 动词 φθονέω(吝惜、拒绝)支配人称与格和事物属格。在此处意为“我绝不会向你吝惜这些事”。
  3. 11.418κε ... ὀλοφύραο — 语气词 κε 与直陈语气不定过去时 ὀλοφύραο 连用,表示过去反事实条件句的结论(“你本会痛哭”)。
  4. 11.423ποτὶ γαίῃ — 意为“在地上”。这一介词短语既可以修饰濒死的状态(ἀποθνήσκων),也可以修饰双手落下的动作(βάλλον),突出了阿伽门农倒地时的悲惨与无力。

引用这一段

荷马, 奥德赛 §11.358-11.427. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:11.358-11.427

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。