Humanitext Reader

ホメロス · オデュッセイア §11.286-11.357

高貴な女性たちの物語の中断とアルキノオスの賞賛

77 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスは冥界で出会った高貴な女たちの系譜を語り終えて沈黙し、アルキノオスの宮廷を魅了する。王妃アレテと王アルキノオスは彼を称賛し、引き留めて贈り物を厚くすることを約束する。

§11.286Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.
ネストルと、クロニオスと、気高きペリクリュメノスを。
§11.287τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,
これらに加えて、彼女は力強いペロを生んだ。 人間にとっての驚異である彼女を。
§11.288τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς
彼女には周りの住人たちすべてが求婚した。
§11.289τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους §11.290ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης §11.291ἀργαλέας·
だがネレウスは、曲がった角を持つ、額の広い牛たちを、力あるイピクロスの支配下にあるピュラケから追い払って連れてこない者には、彼女を娶らせようとはしなかった。
τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων §11.292ἐξελάαν·
手ごわいそれらの牛を、非の打ち所のない預言者だけが連れ出すことを引き受けた。
χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε, §11.293δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.
しかし神の過酷な運命が彼を縛り付けた、苦しい縛めと、粗野な牛飼いたちが。
§11.294ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο §11.295ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, §11.296καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη, §11.297θέσφατα πάντʼ εἰπόντα·
しかし、月日(数ヶ月と数日)が満ち、年が再び巡って、季節がやって来たとき、まさにその時、力あるイピクロスが彼を釈放した、彼がすべての神託を告げた後に。
Διὸς δʼ ἐτελείετο βουλή.
こうしてゼウスの意思は果たされた。
§11.298καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,
また私はレダを見た。 テュンダレオスのお妃を。
§11.299ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε, §11.300Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
彼女はテュンダレオスのもとで、強き心を持つ二人の息子を生んだ、馬を馴らすカストルと、拳闘に優れたポリュデウケスを。
§11.301τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·
彼ら二人を、命をはぐくむ大地が生きたまま引き留めている。
§11.302οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες §11.303ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε §11.304τεθνᾶσιν·
彼らは大地の底にあっても、ゼウスから名誉を授かっており、一日おきに交互に生き、他方の日にはまた死ぬ。
τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
そして彼らは神々と等しい誉れを分け与えられている。
§11.305τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν §11.306εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,
彼女の次に、私はアロエウスの妻イピメデイアを見た。
§11.307καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην, §11.308Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,
彼女はポセイドンと交わったと言い、二人の息子を生んだが、彼らは短命であった、神に並ぶオトスと、遠くまで名の聞こえたエピアルテスを。
§11.309οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα §11.310καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·
彼らを、実り豊かな大地は最も背高く育て、また、名高いオリオンの次にはるかに美しく育てた。
§11.311ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν §11.312εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
なぜなら、彼らは九歳のときに、幅が九ペキスあり、また高さは九オルギュイアあった。
§11.313οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ §11.314φυλόπιδα στήσειν πολυάικος πολέμοιο.
彼らはオリンポスの不死なる神々に対してさえ脅した、激しく吹き荒れる戦争の騒乱を引き起こすと。
§11.315Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ §11.316Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.
彼らはオリンポスの上にオッサ山を、さらにオッサの上に葉の揺れるペリオン山を積み重ね、天への登り路を作ろうと熱望した。
§11.317καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·
もし彼らが成年の年齢に達していたなら、それを成し遂げていただろう。
§11.318ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ, §11.319ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους §11.320ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.
だが、美髪のレトが生んだゼウスの息子が、二人とも滅ぼした、彼らのこめかみの下に産毛が生え揃い、顎を美しい花の咲くような髭で覆う前に。
§11.321Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην,
また、パイドラとプロクリスと、美しいアリアドネを見た。
§11.322κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς
破滅的な心を持つミノスの娘アリアドネを。
§11.323ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων §11.324ἦγε μέν, οὐδʼ ἀπόνητο·
かつてテセウスがクレタから聖なるアテナイの丘へと連れ去ろうとしたが、その恩恵にあずかることはなかった。
πάρος δέ μιν Ἄρτεμις ἔκτα §11.325Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.
その前にアルテミスが彼女を殺したのだ、波に囲まれたディア島において、ディオニュソスの告発によって。
§11.326Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην, §11.327ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
また、マイラとクリュメネ、そして忌まわしいエリピュレを見た、愛する夫の命と引き換えに高価な黄金を受け取った女を。
§11.328πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, §11.329ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·
私はすべてを語ることも、名を挙げることもできない、私が見た、英雄たちの妻や娘たち全員を。
§11.330πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος.
なぜなら、その前に不死なる夜も終わってしまうだろうから。
ἀλλὰ καὶ ὥρη §11.331εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους §11.332ἢ αὐτοῦ·
しかし今はもう眠るべき時間だ、速い船に行って仲間たちのもとで眠るか、あるいはここで。
πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.
旅の送り出しは、神々とあなた方が心にかけてくださるだろう。
§11.333ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, §11.334κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
彼がこのように言うと、人々はみな静まり返って沈黙し、影深い大広間の中で、うっとりとして聞き入っていた。
§11.335τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
彼らに、白い腕のアレテが話し始めた。
§11.336Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι §11.337εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
「パイエケスの人々よ、あなた方にとってこの男はどのように思われるか、容姿も、体躯も、内に宿る調和のとれた知性も?
§11.338ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·
また、彼は私の客人であるが、あなた方一人一人もその名誉を分かち合っている。
§11.339τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
それゆえ、急いで彼を送り帰してはならない。
§11.340οὕτω χρηίζοντι κολούετε·
また贈り物をこれほど帰郷を必要としている者に対して惜しんではならない。
πολλὰ γὰρ ὑμῖν §11.341κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.
神々の御心によって、あなた方の館には多くの財宝が眠っているのだから。
§11.342τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος, §11.343ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·
」彼らに、老英雄エケネオスも語りかけた、彼はパイエケスの人々の中で最年長であった。
§11.344ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης §11.345μυθεῖται βασίλεια περίφρων·
「友よ、実に、賢明な王妃が語ることは、私たちの目的に反しておらず、私たちの期待にも背いていない。
ἀλλὰ πίθεσθε.
だから、従うがよい。
§11.346Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.
だが、行動も言葉も、こちらのアルキノオスにかかっている。
§11.347τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
」これに、アルキノオスが答えて語った。
§11.348τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε §11.349ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·
「この言葉は確かにその通りになろう、もし私が生きて、櫂を愛するパイエケス人たちを支配する限りは。
§11.350ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων §11.351ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν §11.352δωτίνην τελέσω·
しかし、客人は、いかに帰郷を強く切望しているとしても、ともかく明日まで留まるのを耐え忍ぶがよい、私がすべての贈り物を整え終えるまで。
πομπὴ δʼ ἄνδρεσσι μελήσει §11.353πᾶσι, μάλιστα δʼ ἐμοί·
旅の送り出しは、すべての人々、とりわけ私が心にかけよう。
τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.
この国での支配権は私にあるのだから。
§11.354τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
」これに答えて、知謀に長けたオデュッセウスが言った。
§11.355Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, §11.356εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν, §11.357πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
「気高きアルキノオス王よ、万民の中で最も傑出した方よ、たとえあなたが私に、丸一年ここに留まるよう命じ、旅の送り出しを準備し、輝かしい贈り物をくださるとしても、

語釈・文法注

  1. 11.289ὃς μὴ ... ἐλάσειε — 先行詞 `τῷ`(289行)を修飾する関係節中の希求法(optative)で、条件または一般的仮定を表す。否定小辞 `μή` を伴うのは、条件節としての性格を持つためである。
  2. 11.317καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο — 過去における反実仮想の条件文。帰結節は `κεν` + 直説法過去(`ἐξετέλεσσαν`)、条件節は `εἰ` + 直説法過去(`ἵκοντο`)で構成され、「もし彼らが成年の年齢に達していたなら、成し遂げていただろうに(実際には達しなかった)」という意味を表す。
  3. 11.324ἦγε μέν, οὐδʼ ἀπόνητο — 未完了過去形 `ἦγε` は、動作の試み(「連れ去ろうとしていた」)あるいは進行中の動作を表す。一方、アオリスト形 `ἀπόνητο` は、結果としての失敗(「恩恵にあずかることはなかった」)を明示している。
  4. 11.346Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται — 動詞 `ἔχομαι`(中・受動相)が属格 `Ἀλκινόου ... τοῦδʼ` を伴い、「〜にかかっている、〜に依存する」という意味を表す慣用的な構文。

この箇所を引用する

ホメロス, オデュッセイア §11.286-11.357. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:11.286-11.357

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。