§11.286Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.
即涅斯托尔、克罗尼俄斯和高贵的佩里克吕墨诺斯。
§11.287τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι, §11.288τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς §11.289τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους §11.290ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης §11.291ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων §11.292ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε, §11.293δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.
在他们之后,她生下了强悍的佩罗,她是凡人眼中的奇迹,四邻的男子都向她求婚;然而内琉斯却不肯将她嫁给任何人,除非有人能够从菲拉刻把那些角弯额宽的牛群,即强悍的伊菲克洛斯的牛群赶来,那些牛极难驯服;只有那完美无瑕的预言者承诺去把它们赶走;但是神明残酷的命运束缚了他,还有痛苦的镣铐和粗野的牧牛人。
§11.294ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο §11.295ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, §11.296καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη, §11.297θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.
然而,当月日终于圆满,岁月再次流转,季节来临之时,就在那时,强悍的伊菲克洛斯释放了他,在他吐露了所有的神谕之后;而宙斯的意旨也得以完成。
§11.298καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν, §11.299ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε, §11.300Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα, §11.301τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα· §11.302οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες §11.303ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε §11.304τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
我又见到了勒达,廷达瑞俄斯的妻子,她在廷达瑞俄斯名下生了两个心志坚毅的儿子,驯马的卡斯托尔和精于拳击的波吕丢刻斯,他们两人虽还活着,却被滋养生命的大地牢牢留住;他们甚至在地下也享有来自宙斯的尊荣,他们轮流生活,一日活着,另一日则死去;他们分得了与神明同等的荣耀。
§11.305τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν §11.306εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι, §11.307καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην, §11.308Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην, §11.309οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα §11.310καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα· §11.311ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν §11.312εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
在其后,我见到了伊菲美迪亚,阿罗欧斯的妻子,她声称自己曾与波塞冬同寝,并生下了两个儿子,但他们寿命短暂,即神一样的奥托斯和名扬远方的埃菲阿尔特斯,滋养万物的大地将他们抚养得最为高大,并且在著名的奥里翁之后最为俊美;因为他们在九岁时,宽度便达到了九肘,而在高度上,他们竟长到了九寻。
他们甚至向奥林波斯上的不死神明发出威胁,要在神明间挑起狂暴战争的喧嚣。
§11.315Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ §11.316Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.
他们渴望把奥萨山垒在奥林波斯之上,再在奥萨山之上叠起木叶婆娑的培利翁山,以便能登临天界。
§11.317καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο· §11.318ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ, §11.319ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους §11.320ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.
如果他们达到了成年的年龄,当时就已经完成了这番功业;但是宙斯之子,那秀发勒达所生的神明,毁灭了他们两人,在他们的太阳穴下尚未绽放茸毛,也未用那花朵般的胡须覆盖脸颊之前。
§11.321Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην, §11.322κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς §11.323ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων §11.324ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα §11.325Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.
我又见到了淮德拉和普罗克里丝,以及美丽的阿里阿德涅,那心怀叵测的米诺斯的女儿,昔日忒修斯将她从克里特带往神圣雅典的丘陵,却未能享受到她的爱;因为在这之前,阿耳忒弥斯杀死了她,在波涛环绕的迪亚岛上,因着狄俄尼索斯的指证。
§11.326Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην, §11.327ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
我又见到了迈拉、克吕墨涅和令人痛恨的埃里菲勒,她为了黄金而背叛了自己珍爱的丈夫。
§11.328πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, §11.329ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας· §11.330πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος.
但我无法一一述说,也无法指名道姓地提及所有我见到的豪杰的妻子与女儿;因为在这之前,不死的神圣黑夜便已消逝。
ἀλλὰ καὶ ὥρη §11.331εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους §11.332ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.
但现在也是安歇的时候了,无论是到快船上去陪伴伙伴们,还是在此处;而送行归国的事务,神明和你们自会操心。
§11.333ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, §11.334κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
” 他这样说着,而他们所有人便都寂静无声,在阴影笼罩的大殿内,他们都被故事的魔力深深吸引。
§11.335τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων. §11.336Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι §11.337εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
在他们中间,白臂的阿瑞忒开始发言: “法埃亚科斯人啊,在你们看来,此人的容貌、体态以及内里深藏的敏睿心智如何?
§11.338ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς· §11.339τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα §11.340οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν §11.341κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.
而且,他又是我的客人,但我们每个人都分享这份尊荣;因此,切勿急匆匆地将他送走,也切勿克扣礼物给这样一位急需帮助的人;因为在神明的眷顾下,你们的殿堂里确实存放着丰厚的财宝。
§11.342τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος, §11.343ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν· §11.344ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης §11.345μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.
” 在他们中间,老英雄埃刻涅俄斯也开口说道,他正是法埃亚科斯人中德高望重的长者: “朋友们,我们那贤明王后所说的话,确实切中要害,不负所望;你们应当顺从。
§11.346Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.
但接下来的决断和言行,都要取决于我们眼前的这位阿尔基诺斯。
§11.347τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· §11.348τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε §11.349ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω· §11.350ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων §11.351ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν §11.352δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει §11.353πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.
” 阿尔基诺斯轮到他回答并开口说道: “只要我还活着,并且统治着这些热爱划桨的法埃亚科斯人,那么这番话就必然会得到实现;但请让我们的客人耐心等待,尽管他极度渴望归国,无论如何也要留到明天,直到我把所有的礼物筹备妥当;而护送的事情将由大家共同承担,尤其是由我来负责;因为在这个国度里,权力属于我。