§11.1αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν, §11.2νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν, §11.3ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ, §11.4ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ §11.5βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
而当我们来到船旁和海边,我们首先将船拉入神圣的大海,在黑船上树起桅杆、张开风帆,并带上那些羊群登船,我们自己也满怀悲伤、挥泪如雨地登上了船。
§11.6ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο §11.7ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον, §11.8Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
而在我们那黑舳双桅船的后方,送来了一股鼓满风帆的顺风,一位善良的伴侣,那便是秀发美丽、拥有人类语言的可畏女神喀耳刻。
我们在船上整顿好各样器械,安静地坐着;风和舵手引导着船笔直前行。
§11.11τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης· §11.12δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
船在海上航行,风帆整日紧绷着;随后夕阳西下,所有的道路都被阴影笼罩。
§11.13ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.
船抵达了深流的俄刻阿诺斯的边界。
§11.14ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε, §11.15ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς §11.16ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν, §11.17οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα, §11.18οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται, §11.19ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.
那里有基梅里安人的城邦与国土,终年笼罩在雾霭和浓云之中;闪耀的太阳绝不曾用他的光芒俯瞰他们,无论当他升向繁星点点的天穹,还是当他从天上重新折返大地之时,而是有毁灭性的黑夜笼罩在可怜的凡人之上。
§11.20νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα §11.21εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο §11.22ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.
抵达那里后,我们将船靠岸,牵出羊群;我们自己则沿着俄刻阿诺斯的水流前行,直到抵达了喀耳刻所指示的那片地方。
§11.23ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε §11.24ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ §11.25βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, §11.26ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι, §11.27πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, §11.28τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.
在那里,佩里墨得斯和欧律洛科斯按住了祭牲;而我从大腿旁拔出锐利的宝剑,掘了一口长宽各一肘左右的深坑,并在坑的周围向所有死者奠祭,首先是用蜜奶混合物,随后是甜美的酒,第三次则用水;并在其上撒入白大麦粉。
§11.29πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα, §11.30ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, §11.31ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν, §11.32Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ §11.33παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.
我向死者虚弱的头颅多方乞求,许愿若回到伊萨卡,必将一头最上等的、不孕的母牛在府邸里献祭,并将柴堆填满良伴珍玩,并单独为泰累西阿斯一人献祭一头在我们的羊群中最为杰出的、浑身漆黑的公羊。
§11.34τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν, §11.35ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα §11.36ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο §11.37ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.
当我用祈祷和许愿安抚了死者显赫的群灵之后,我牵来那些羊只,在深坑上方割断其喉,黑红的鲜血涌流而出;那些死者的灵魂纷纷从厄瑞玻斯中聚集而来。
§11.38νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες §11.39παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι, §11.40πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν, §11.41ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·
新娘、青年,以及历尽沧桑的老人,还有心怀新添哀痛、娇嫩纯洁的少女,以及许多被配有青铜矛头的长枪刺伤、战死沙场、身披血染铠甲的男子。
他们成群结队地从四面八方聚集在深坑周围,发出可怕的号叫;苍白的恐惧将我攫住。
§11.44δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα §11.45μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ, §11.46δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, §11.47ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ· §11.48αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ §11.49ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα §11.50αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
那时我立刻催促并命令同伴们,将那些已被无情青铜宰杀、横躺在地的羊只剥皮焚化,并向神明祈祷,向强有力的哈德斯和可怕的珀耳塞福涅祈祷;我自己则从大腿旁拔出锐利的宝剑,坐在那里,不允许死者虚弱的头颅靠近鲜血,直到我向泰累西阿斯求问完毕。
§11.51πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου· §11.52οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης· §11.53σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς §11.54ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.
首先,同伴埃尔珀诺尔的灵魂走上前来;因为他尚未被埋葬在道路宽广的大地之下;我们将他的尸骨留在了喀耳刻的府邸中,未及哭吊也未及安葬,因为另有紧迫的任务催促着我们。
§11.55τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ, §11.56καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· §11.57Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;
见到他时我流下泪水,并在心中怜悯他,于是我开口向他吐出有翼的的语言:「埃尔珀诺尔,你是如何来到这雾霭重重的幽暗之下的?
§11.58ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.
你徒步而来,竟然比我乘坐黑船还要快。
§11.59ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ· §11.60διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §11.61ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.
」我这样说,他哀号着,用言辞回答我:「宙斯所生的拉厄耳忒斯之子,足智多谋的奥德修斯,某位神明的厄运和过量的烈酒害了我。
§11.62Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα §11.63ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν, §11.64ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν §11.65ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.
在喀耳刻的府邸中躺下歇息时,我没有想到顺着那高长的梯子倒退着走下去,而是直接从屋顶跌落;我的颈椎在脊椎处折断,灵魂坠入了哈德斯的冥府。
§11.66νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων, §11.67πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα, §11.68Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες· §11.69οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο §11.70νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα· §11.71ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.
然而现在,我恳求您,看在那些留在后面、不在场的人的分上,看在您的妻子,和在您幼时抚育您的父亲,以及您独自留守在府邸中的特勒马科斯的分上;因为我知道,当您离开这里、离开哈德斯的府邸,您的好船必将停靠在艾哀雅岛上;主帅啊,到那时我请求您记起我。