§10.428ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
私がこのように言うと、彼らはすぐに私の言葉に従った。
§10.429Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·
しかし、エウリュロコスだけが、私の同志たち全員を引き留めようとした。
§10.430καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
そして彼は彼らに向かって声を張り上げ、翼ある言葉をかけた。
§10.431ἆ δειλοί, πόσʼ ἴμεν;
「ああ、哀れな者たちよ、どこへ行こうというのか。
τί κακῶν ἱμείρετε τούτων; §10.432Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας
なぜお前たちはこのような災難を、キルケの館へと下っていくことを望むのか。
彼女は全員を豚や、狼や、あるいは獅子に変えてしまい、不本意ながらも、彼女の大きな屋敷を守る番人に仕立て上げるだろう。
§10.435ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντο
まるでキュクロプスが仕出かした時のように。
§10.436ἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·
あの時、私たちの同志たちが彼の中庭へと入っていったが、彼らには、あの無謀なオデュッセウスが同行していたのだ。
§10.437τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.
なぜなら、あの者たちも、この男の無謀な思い上がりのせいで滅びたのだから。
§10.438ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,
」彼がこのように言うと、私は心の中で思い悩んだ。
太い太ももの脇から、先の鋭い剣を引き抜き、それによって、彼の首を叩き落として地面に転がそうかと。
§10.441καὶ πηῷ περ ἐόντι μάλα σχεδόν·
たとえ彼が極めて近い親族であったとしても。
ἀλλά μʼ ἑταῖροι §10.442μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·
しかし、同志たちはあちこちから、優しい言葉で私を引き留めた。
§10.443διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,
「神々に育まれし人よ、あなたがお命じになるなら、この男は放っておきましょう。
§10.444αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·
この場所に、船の傍らに留まり、船を守るように。
§10.445ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.
そして、私たちをキルケの聖なる館へと案内してください。
§10.446ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
」彼らはこのように言うと、船と海辺から登っていった。
エウリュロコスもまた、中空の船の傍らに取り残されはしなかった、彼もついて来た。
ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.
私の恐るべき叱責を恐れたからである。
§10.449τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη §10.450ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ, §10.451ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·
その間、キルケは館で他の同志たちを手厚く入浴させ、オリーブ油をたっぷりと塗り、そして彼らの周りに柔らかな外套とチュニックを着せてくれた。
§10.452δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.
私たちは、彼ら全員が館の中で見事に宴を楽しんでいるのを見つけた。
§10.453οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα, §10.454κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.
彼らは互いに顔を見合わせ、はっきりと認識すると、嘆き悲しんで泣き、館の周囲はすすり泣く声に満ちた。
§10.455ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·
女神たちの中でも高貴な彼女が、私の傍らに立って語りかけた。
§10.457μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε·
「もう大粒の涙を流すのはやめなさい。
οἶδα καὶ αὐτὴ §10.458ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι, §10.459ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.
私自身も知っています、あなたがたが魚の住む海で、どれほどの苦難を被ったかを、また陸地で無情な男たちがどれほどの害を加えたかを。
§10.460ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον, §10.461εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε, §10.462οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν §10.463τρηχείης Ἰθάκης.
さあ、食べ物を食べ、ワインを飲みなさい、あなたがたが胸の中に、再び気力を取り戻すまで、かつて険しいイタケの祖国を、初めて後にしたときのような気力を。
νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι, §10.464αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν §10.465θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.
今は、疲れ果てて気力を失い、常に辛い放浪のことを思い出しており、あなたがたの心が喜びに満ちることは一度もない、実に多くの苦難を被ってきたのだから。
§10.466ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
」彼女がこのように言うと、私たちの誇り高き心は再び従った。
§10.467ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν §10.468ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
そこで私たちは毎日、丸一年にわたり、際限のない肉と甘いワインを飲み食いして過ごした。
§10.469ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι §10.470μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη, §10.471καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·
しかし、一年が経ち、季節が巡り、月が満ち欠け、長い日々が終わりを告げたとき、そのとき、愛する同志たちが私を呼び出して言った。
§10.472δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης, §10.473εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι §10.474οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
「不思議な方よ、今こそ祖国の地を思い出しなさい、もしあなたが救われて、高い屋根の家とあなたの祖国の国にたどり着くことが神の定めであるならば。
§10.475ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
」彼らがこのように言うと、私の誇り高き心は従った。
§10.476ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα §10.477ἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
それでその日は一日中、太陽が沈むまで私たちは座り、際限のない肉と甘いワインを飲み食いして過ごした。
太陽が沈み、暗闇が訪れると、彼らは影の多い館の中で横になって眠りについた。
§10.480αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς §10.481γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·
しかし私は、キルケの極めて美しいベッドの上に登り、彼女の膝にすがって懇願した。 女神は私の声を聞き入れてくれた。
§10.482καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
私は彼女に声をかけ、翼ある言葉を語りかけた。
「キルケよ、あなたが私に約束してくださった、私を家へと送り届けるという約束を果たしてください。
θυμὸς δέ μοι ἔσσυται ἤδη, §10.485ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ §10.486ἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.
私の心はすでに急いでいます、そして他の同志たちも、彼らはあなたが傍らにいないときに私の周度で嘆き悲しみ、私の愛する心をすり減らしているのです。
§10.487ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
」私はこのように言った。 すると女神たちの中でも高貴な彼女がすぐに答えた。
「ラエルテスの子、神々に育まれし機知に富むオデュッセウスよ、もはや、私の館に不本意ながら留まる必要はありません。
§10.490ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι §10.491εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης, §10.492ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,
しかし、まず別の旅を果たし、ハデスの館と恐るべきペルセフォネイアのもとへ行かなければなりません、テーバイのテイレイシアスの魂に神託を乞うために。
§10.493μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·
彼は目の見えない予言者であり、その心は健在です。
彼には、死してなお、ペルセフォネイアが知性を授けました、彼一人だけが思慮深くあり、他の者たちは影のように飛び回るのだと。
§10.496ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ·
」彼女がこのように言うと、私の愛する心は打ち砕かれた。