Humanitext Reader

荷马 · 奥德赛 §10.428-10.500

在喀耳刻处的居留与前往冥界的指示

第 71 段,共 173 段 · 希腊语

内容简介

尽管欧律洛科斯极力反对,奥德修斯一行还是前往喀耳刻的府邸,并因重逢而欢欣鼓舞。他们在那里居住了一年,在同伴的促请下,奥德修斯决定启程回乡,喀耳刻则指示他必须首先前往冥界拜访泰累西阿斯。

§10.428ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
我这样说,他们便迅速服从了我的话。
§10.429Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους· §10.430καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· §10.431ἆ δειλοί, πόσʼ ἴμεν;
然而,唯独欧律洛科斯试图阻拦我所有的同伴,他向他们高声呼喊,吐出有翼的飞语:「啊,可怜的人们,我们要去哪里?
τί κακῶν ἱμείρετε τούτων; §10.432Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας
你们为何向往这些灾祸,要下到喀耳刻的府邸去?
§10.433ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας, §10.434οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ, §10.435ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντο
她会把我们所有人变成猪、狼或是狮子,好让我们哪怕在被迫之下,也要看守她宏伟的屋宇,就像独眼巨人所做的那样。
§10.436ἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·
当时我们的同伴走进了他的院落,而同行的还有那无畏的奥德修斯。
§10.437τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.
因为,那些人也是由于这个人的狂妄自大而毁灭的。
§10.438ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα, §10.439σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ, §10.440τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι, §10.441καὶ πηῷ περ ἐόντι μάλα σχεδόν·
」他这样说,而我心中反复思量,从我粗壮的大腿旁拔出那柄锋利的宝剑,想要斩下他的头颅,让它滚落到地上,哪怕他是极亲近的姻亲。
ἀλλά μʼ ἑταῖροι §10.442μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος· §10.443διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις, §10.444αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι· §10.445ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.
然而,同伴们从四面八方用温和的话语劝阻我:「宙斯所生的领袖啊,如果你允许,我们就让这人留在这里,留在船旁守护船只;但请你引领我们前往喀耳刻的神圣府邸。
§10.446ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
」他们这样说着,便从船旁和海滩登上去。
§10.447οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο, §10.448ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.
欧律洛科斯也没有留在空心的船旁,而是跟了上来,因为他害怕我那可怕的斥责。
§10.449τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη §10.450ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ, §10.451ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας· §10.452δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.
与此同时,喀耳刻在府邸里为其他同伴周到地沐浴,涂抹橄榄油,并在他们身上披上厚实的斗篷和外衣;我们发现他们所有人都在大厅里尽情宴饮。
§10.453οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα, §10.454κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.
当他们彼此相见并当面认出对方时,他们悲叹着痛哭,大厅周围回响着哀泣声。
§10.455ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων· §10.457μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε·
诸女神中高贵的她,走到我近旁对我说:「现在不要再掀起大声的痛哭了。
οἶδα καὶ αὐτὴ §10.458ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι, §10.459ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.
我亲身也知道你们在多鱼的海上遭受了多少痛苦,以及无情的人们在陆地上给你们造成了多少伤害。
§10.460ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον, §10.461εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε, §10.462οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν §10.463τρηχείης Ἰθάκης.
来吧,享用食物,畅饮美酒,直到你们胸中重新获得往日的意气,就像你们最初离开那崎岖的伊萨卡祖国时一样。
νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι, §10.464αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν §10.465θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.
如今你们疲惫而意气消沉,总是想起艰难的漂泊,你们的心中从未有过欢欣,因为你们确实经历了太多折磨。
§10.466ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
」她这样说,我们那高傲的心便再次顺从了。
§10.467ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν §10.468ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· §10.469ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι §10.470μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη, §10.471καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι· §10.472δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης, §10.473εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι §10.474οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
在那里,我们在整整一年的时间里,天天坐着宴饮,享用无尽的肉食和甜美的酒;但当一年过去,四季轮转,月落岁尽,漫长的日子终于完结时,那时,我亲爱的同伴们把我叫出来,说道:「神奇的人啊,现在是时候想起你的祖国了,如果神明确实注定你要得救并回到你那高顶的家园和你的祖国土地。
§10.475ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
」他们这样说,我那高傲的心便顺从了。
§10.476ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα §10.477ἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· §10.478ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, §10.479οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.
于是,那天整整一日,直到太阳西沉,我们坐着宴饮,享用无尽的肉食和甜美的酒;当太阳落山、夜幕降临,他们便在阴暗的大厅里躺下安歇。
§10.480αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς §10.481γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς· §10.482καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· §10.483ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης, §10.484οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη, §10.485ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ §10.486ἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.
而我,登上了喀耳刻极美丽的床榻,抚着她的双膝恳求,女神听到了我的声音;我对她高声呼喊,吐出有翼的飞语:「喀耳刻啊,请履行你对我许下的诺言,送我回家;我的心已经急不可待,还有我其他的同伴们,每当你不在身边,他们便在我周围哀叹,折磨着我亲爱的心灵。
§10.487ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· §10.488διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §10.489μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.
」我这样说,诸女神中高贵的她立刻回答:「宙斯所生的拉厄耳忒斯之子,足智多谋的奥德修斯,现在不要再违背心愿地留在我的府邸了。
§10.490ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι §10.491εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης, §10.492ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο, §10.493μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι· §10.494τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια, §10.495οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.
但是,你必须首先完成另一段旅程,前往哈德斯的冥府和可怕的珀耳塞福涅之所,去向底比斯人泰累西阿斯的灵魂求问神谕,他是盲眼的先知,他的心智依然健在;珀耳塞福涅甚至在他死后也赋予了他心智,唯有他保持着清醒,而其他人只是如影子般飘荡。
§10.496ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ· §10.497κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ §10.498ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
」她这样说,我那亲爱的心便破碎了;我坐在床上痛哭,我的心灵不再希望继续活着去看见太阳的光芒。
§10.499αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην, §10.500καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·
而当我哭泣着、翻滚着,痛哭个够之后,那时,我便用言语回答她说道。

词汇与语法注释

  1. §10.431καταβήμεναι — 不定动词 καταβήμεναι(不定过去时)作为前文 τί κακῶν ἱμείρετε τούτων(你们为何向往这些灾祸)的同格说明,具体指出了“下到喀耳刻的府邸去”这一行为。
  2. §10.434φυλάσσοιμεν — 关系从句中 φυλάσσοιμεν 与 κέν 连用,构成希求法,表示预期会发生的结果或带有一种必然、被迫意味的潜在后果(“被迫看守她宏伟的屋宇”)。
  3. §10.440πελάσσαι — 不定动词 πελάσσαι(过去时主动)在 μερμήριξα(反复思量)之后表示目的或意图,即奥德修斯思量着“是否要砍下他的头颅让它滚落到地上”。
  4. §10.495πεπνῦσθαι — 不定动词 πεπνῦσθαι(完成时中动/被动)表示珀耳塞福涅赋予泰累西阿斯的特殊特权(由 πόρε 引入),规定了“唯有他保持清醒/明智”这一结果。

引用这一段

荷马, 奥德赛 §10.428-10.500. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:10.428-10.500

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。