Humanitext Reader

ホメロス · オデュッセイア §10.356-10.427

キルケのもてなしと同志たちの人間への復元

70 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスはキルケの侍女たちから入浴や食事のもてなしを受けるが、同志たちのことを憂いて食事を拒む。キルケは彼の求めに応じて豚に変えられた同志たちを元の、以前よりも若く美しい人間の姿に戻し、オデュッセウスは船に残した他の同志たちを呼びに戻る。

§10.356ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα §10.357ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·
三番目の侍女は、銀の混ぜ瓶の中で、心を甘くする心地よいワインを混ぜ、黄金の杯を配った。
§10.358ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε §10.359πολλὸν ὑπὸ τρίποδι μεγάλῳ·
四番目の侍女は水を運び、大きな三脚釜の下に激しく火を燃やした。
ἰαίνετο δʼ ὕδωρ.
すると水は温まった。
§10.360αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, §10.361ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο, §10.362θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,
輝く青銅の中で水が沸騰すると、彼女は私を浴槽に座らせ、大きな三脚釜から、心地よい温度に混ぜ合わせて、私の頭と肩の上から湯を注いで洗ってくれた。
§10.363ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.
私の四肢から、魂をすり減らす疲れを取り去るために。
§10.364αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ, §10.365ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα, §10.366εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
そして、彼女が私を洗い、オリーブ油をたっぷりと塗り、私の周りに美しい外套とチュニックを着せると、彼女は私を中に導き、銀の鋲が施された美しい、精巧な作りの椅子に座らせた。
§10.367καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
足の下には足台があった。
§10.368χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα §10.369καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, §10.370νίψασθαι·
一人の侍女が、美しい黄金の水差しに水を入れて運び、銀の盆の上で、私の手を洗わせるために注いだ。
παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
そして傍らに磨かれたテーブルを広げた。
§10.371σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, §10.372εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
奥ゆかしい女中頭がパンを運んで据え、手元にあるものから喜んで提供し、多くの御馳走を載せた。
§10.373ἐσθέμεναι δʼ ἐκέλευεν· ἐμῷ δʼ οὐχ ἥνδανε θυμῷ,
そして彼女は食べるようにと勧めたが、私の心には気に入らず、私は別のことを考えながら座っていた。
§10.374ἀλλʼ ἥμην ἀλλοφρονέων, κακὰ δʼ ὄσσετο θυμός.
私の心は災いを予感していた。
§10.375Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳ §10.376χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα, §10.377ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·
キルケは、私が食べ物に手を伸ばすこともなく座っており、激しい悲しみが私を捉えているのを目に留めると、傍らに立ち、翼ある言葉をかけた。
§10.378τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος ἀναύδῳ, §10.379θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;
「オデュッセウスよ、どうしてそのように、口のきけない者のように座り込み、己の心を食らい、食べ物にも飲み物にも手を触れないのですか。
§10.380ἦ τινά που δόλον ἄλλον ὀίεαι·
もしかして何か別の計略を疑っているのですか。
οὐδέ τί σε χρὴ §10.381δειδίμεν·
しかし何も恐れる必要はありません。
ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.
私はすでにあなたに強い誓いを立てたのですから。
§10.382ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
」彼女がこのように言うと、私は彼女に答えて言った。
§10.383ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη, §10.384πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος, §10.385πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;
「キルケよ、道理をわきまえた男なら誰が、同志たちを解放し、自らの目で見る前に、食べ物や飲み物を味わうことを耐えられるでしょうか。
§10.386ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις, §10.387λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.
もしあなたが私に飲んだり食べたりすることを本当に心から望んで命じるなら、彼らを解放してください、私がこの目で、愛する同志たちを見られるように。
§10.388ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει §10.389ῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ, §10.390ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.
」私がこのように言うと、キルケは手に杖を持って館を通り抜け、豚小屋の扉を開け、 9歳ほどの太った豚に似た者たちを追い出した。
§10.391οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶν §10.392ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.
彼らはその後、向かい合って立ち、彼女は彼らの間を通り抜けながら、一人一人に別の薬を塗った。
§10.393τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε §10.394φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·
すると、かつて恐るべき薬(高貴なキルケが彼らに与えたもの)が生え散らかした毛が、彼らの手足から抜け落ちていった。
§10.395ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν, §10.396καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.
そして彼らは再び人間となり、以前よりも若く、見る目にもはるかに美しく、大柄になった。
§10.397ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος.
彼らは私に気づき、一人一人が私の手を握った。
§10.398πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα §10.399σμερδαλέον κονάβιζε·
皆の胸に愛おしい涙がこみ上げ、館の周囲に凄まじい響きがわき起こった。
θεὰ δʼ ἐλέαιρε καὶ αὐτή.
女神自身も哀れに思った。
§10.400ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·
女神たちの中でも気高い彼女は、私の傍らに立って語りかけた。
§10.401διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §10.402ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
「ラエルテスの子、神々に育まれし機知に富むオデュッセウスよ、今すぐ速い船と海の浜辺へと行きなさい。
§10.403νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε, §10.404κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·
まず何よりも先に、船を陸の上に引き上げ、財宝やすべての武具を洞窟の中に納めなさい。
§10.405αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.
そして、あなた自身が戻ってきて、愛する同志たちを連れて来なさい。
§10.406ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ, §10.407βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
」彼女がこのように言うと、私の誇り高き心は従い、私は速い船と海の浜辺へと向かった。
§10.408εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους §10.409οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.
そこで私は、速い船の傍らで、哀れに嘆き悲しみ、大粒の涙を流している愛する同志たちを見つけた。
§10.410ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας, §10.411ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται, §10.412πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶ §10.413ἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι· §10.414μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι, §10.415δακρυόεντες ἔχυντο·
野外で育つ子牛たちが、草を十分に食べて牛舎へ帰ってきた群れの雌牛たちの周りで、一斉に飛び跳ねて迎え、もはや囲いも彼らを留めておけず、激しく鳴きながら母親たちの周りを走り回るように、彼らも私を目にすると、涙を流しながら群がってきた。
δόκησε δʼ ἄρα σφίσι θυμὸς §10.416ὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴν §10.417τρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.
彼らの心には、あたかも険しいイタケの祖国とその町、彼らが育ち生まれた場所にたどり着いたかのように思われた。
§10.418καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·
そして彼らは嘆きながら私に翼ある言葉をかけた。
§10.419σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν, §10.420ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·
「ゼウスに育まれし人よ、あなたが帰ってこられたことに、私たちは、まるで祖国イタケの地にたどり着いたかのように喜びました。
§10.421ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.
さあ、他の同志たちの破滅について語ってください。
§10.422ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι·
」彼らがこのように言うと、私は優しい言葉で答えた。
§10.423νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε, §10.424κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·
「まず何よりも先に、私たちは船を陸の上に引き上げ、財宝やすべての武具を洞窟の中に納めよう。
§10.425αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι, §10.426ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης §10.427πίνοντας καὶ ἔδοντας·
そして、皆で私と一緒に来るよう準備しなさい、キルケの聖なる館で、同志たちが飲んだり食べたりしているのを見るために。
ἐπηετανὸν γὰρ ἔχουσιν.
彼らには十分な蓄えがあるのだから。 」

語釈・文法注

  1. 10.361λόʼ — λοῦε(未完了過去3人称単数、またはアオリスト)のホメロス的短縮形(アポコペ)。通常、母音縮約の規則から外れた形として現れる。
  2. 10.364λίπʼ ἐλαίῳ — 与格の名詞 λίπαϊ(脂)が ἐλαίῳ(油)とともに与格副詞的に(たっぷりと、滑らかに)用いられ、語尾がアポコペ(脱落)した、あるいは与格形容詞 λίπα(豊かな)の省略形と解釈されるホメロス特有の表現。
  3. 10.410ὡς δʼ ὅτʼ ἂν — 接続法(411行 κορέσωνται 等)を伴うホメロス特有の直喩の導入句。主節の過去の事象(414行 ὣς...)を、一般的な習性や自然現象として描写するために用いられる。

この箇所を引用する

ホメロス, オデュッセイア §10.356-10.427. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:10.356-10.427

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。