Humanitext Reader

荷马 · 奥德赛 §10.356-10.427

喀耳刻的款待与同伴恢复人身

第 70 段,共 173 段 · 希腊语

内容简介

奥德修斯受到喀耳刻女仆们的卷待,但因忧心同伴而拒绝进食。应奥德修斯的要求,喀耳刻将变成猪的同伴恢复为人身,且使他们比以前更年轻英俊,随后奥德修斯返回船旁召集其余的同伴。

§10.356ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα §10.357ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·
第三个女仆在银制的调酒缸里调制甘美舒心的葡萄酒,调制好甜酒,并分发金杯。
§10.358ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε §10.359πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ.
第四个女仆挑来水,并在大三脚釜下生起大火;水便渐渐温热起来。
§10.360αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, §10.361ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο, §10.362θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων, §10.363ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.
当水在闪亮的青铜釜中沸腾时,她让我坐进浴盆,用大三脚釜里的水,调配成舒适的温度,从我的头部和肩膀上浇下,为我沐浴,从而从我的四肢中消除了那令人心碎的疲惫。
§10.364αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ, §10.365ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα, §10.366εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου §10.367καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
当她为我沐浴并涂抹了橄榄油后,在我身上披上了美丽的斗篷和外衣,她把我领进去,安顿在一张镶有银钉的椅子上,那椅子美丽而工艺精巧;我脚下还有一个脚凳。
§10.368χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα §10.369καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, §10.370νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
另一个女仆捧着美丽的黄金水壶浇水,倾注在银盆之上,供我洗手;并在旁边展平了一张磨光的桌子。
§10.371σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, §10.372εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
庄重的主妇捧来面包放在我面前,摆上许多美味,慷慨地提供现成的东西。
§10.373ἐσθέμεναι δʼ ἐκέλευεν· ἐμῷ δʼ οὐχ ἥνδανε θυμῷ, §10.374ἀλλʼ ἥμην ἀλλοφρονέων, κακὰ δʼ ὄσσετο θυμός.
她劝我进食,但我的心并不喜欢,而是坐在那里想着别的事,心中预感着灾祸。
§10.375Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳ §10.376χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα, §10.377ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα· §10.378τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος ἀναύδῳ, §10.379θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;
喀耳刻注意到我坐着,没有把手伸向食物,而是满怀深沉的忧伤,便走到近旁,对我吐出有翼的飞语:「奥德修斯啊,你为何这样像个哑巴一样坐着,吞噬着自己的心,而不碰食物也不碰饮料?
§10.380ἦ τινά που δόλον ἄλλον ὀίεαι·
莫非你还在怀疑别的诡计?
οὐδέ τί σε χρὴ §10.381δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.
但你没有害怕的必要,因为我已经对你立下了强有力的誓言。
§10.382ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· §10.383ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη, §10.384πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος, §10.385πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;
」她这样说,而我回答她说道:「喀耳刻啊,任何通情达理的人,怎能在释放同伴并亲眼见到他们之前,忍心品尝食物和饮料?
§10.386ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις, §10.387λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.
如果你真心诚意地命令我饮用和进食,就请释放他们,好让我亲眼看见我亲爱的同伴。
§10.388ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει §10.389ῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ, §10.390ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.
」我这样说,喀耳刻便手持魔杖,穿过大厅,打开了猪圈的门,把他们赶了出来,他们看起来就像九岁的肥猪。
§10.391οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶν §10.392ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.
随后他们站在对面,她走在他们中间,给每人涂抹上另一种药草。
§10.393τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε §10.394φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·
于是,从他们的肢体上,先前由于尊贵的喀耳刻赐予他们的有害魔药而生出的毛发纷纷脱落。
§10.395ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν, §10.396καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.
他们重新变成人,比以前更年轻,看起来也更加英俊、更加高大。
§10.397ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος.
他们认出了我,每人都紧紧握住我的手。
§10.398πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα §10.399σμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή.
所有人心中都涌起悲喜交加的哭泣,整个大厅回响着巨大的声响;连女神自己也动了怜悯之心。
§10.400ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων· §10.401διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §10.402ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
诸女神中高贵的她,走到我近旁对我说:「宙斯所生的拉厄耳忒斯之子,足智多谋的奥德修斯,现在去你那敏捷的船旁和海滩吧。
§10.403νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε, §10.404κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα· §10.405αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.
首先把你们的船拖到陆地上,把所有的财物和装备藏在洞穴里;然后你自己回来,把你亲爱的同伴们带来。
§10.406ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ, §10.407βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
」她这样说,我那高傲的心便顺从了,我动身前往敏捷的船旁和海滩。
§10.408εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους §10.409οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.
随后我在敏捷的船旁找到了我亲爱的同伴们,他们正在悲哀地痛哭,流下大滴的眼泪。
§10.410ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας, §10.411ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται, §10.412πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶ §10.413ἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι· §10.414μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι, §10.415δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸς §10.416ὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴν §10.417τρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.
就像农舍旁放牧的小牛,围着吃饱牧草后回到牛栏的母牛群,大家一起欢跃着迎上去;牛栏再也关不住它们,它们不断叫着,围着母亲们奔跑;同样地,他们一亲眼看见我,便哭泣着拥向我;在他们心里,感觉就像是回到了祖国和那座崎岖的伊萨卡城,那里是他们出生和长大的地方。
§10.418καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων· §10.419σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν, §10.420ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν· §10.421ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.
他们悲叹着,对我吐出有翼的飞语:「宙斯抚育的人啊,你的归来让我们感到无比高兴,就像我们已经回到了祖国伊萨卡一样;但是来吧,请告诉我们其他同伴的毁灭。
§10.422ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι· §10.423νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε, §10.424κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα· §10.425αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι, §10.426ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης §10.427πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.
」他们这样说,而我用温和的话语对他们说:「首先我们把船拖到陆地上,把所有的财物和装备藏在洞穴里;然后你们大家都要赶紧跟着我一起走,好让你们看到你们的同伴在喀耳刻的神圣府邸里饮酒和进食;因为他们有着充足的储备。 」

词汇与语法注释

  1. 10.361λόʼ — λοῦε(未完成过去时第三人称单数,或过去不定时)的荷马式缩短形(断音)。它呈现了未收缩的爱奥尼亚/史诗方言形式。
  2. 10.364λίπʼ ἐλαίῳ — 史诗公式表达。与格名词 λίπαϊ(脂)与 ἐλαίῳ(油)连用作为与格副词(光滑地),词尾发生脱落,或被解释为不可变中性形容词 λίπα。
  3. 10.410ὡς δʼ ὅτʼ ἂν — 引入荷马式比喻的典型公式,后接虚拟语气(如411行的 κορέσωνται)。它将叙事中的过去事件与一个普适、无时间限制的场景(如自然现象或动物习性)联系起来。

引用这一段

荷马, 奥德赛 §10.356-10.427. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:10.356-10.427

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。