Humanitext Reader

ホメロス · オデュッセイア §10.288-10.355

モーリュの授与とキルケの屈服

69 / 173 箇所 · ギリシア語

要旨

ヘルメスはオデュッセウスに魔術に対抗する薬草「モーリュ」を授け、キルケを屈服させる方法を教える。オデュッセウスは指示通りにキルケの魔術を破って圧倒し、同志の救出と自身の安全を誓わせた上で彼女と結ばれる。

§10.288ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.
「行きなさい、それがお前の頭から災いの日を遠ざけるように。
§10.289πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.
お前にはキルケの破滅をもたらす悪だくみをすべて話しておこう。
§10.290τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.
彼女はお前のために混ぜ合わせ飲み物を用意し、食べ物の中に薬を入れるだろう。
§10.291ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται·
しかしそれでも、お前を魅了することはできないだろう。
οὐ γὰρ ἐάσει
なぜなら、私がお前に与える効き目のある薬がそれを許さないからだ。
§10.292φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.
一部始終を話そう。
§10.293ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ, §10.294δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ §10.295Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.
キルケが長い杖でお前を打つとき、そのときお前は太ももから鋭い剣を抜き、彼女を殺そうと熱望するように、キルケに飛びかかるのだ。
§10.296ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι·
すると彼女は恐れて、ともに入るようお前に勧めるだろう。
§10.297ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν,
そのときお前は、女神の床を拒んではならない。
§10.298ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·
彼女がお前の同志たちを解放し、お前自身をもてなすように。
§10.299ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι, §10.300μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο, §10.301μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.
しかし、彼女に神々の大いなる誓いを立てるよう要求しなさい、お前自身に対して他のいかなる邪悪な危害も企まないこと、またお前が裸になったときに弱く、男らしさを失った者にしないことを。
§10.302ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης §10.303ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.
」このように語って、アルゲイポンテスは薬草を大地から引き抜いて与え、その本性を私に示した。
§10.304ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·
根は黒く、花はミルクのようであった。
§10.305μῶλυ δέ μιν καλέουσι θεοί·
神々はそれをモーリュと呼ぶ。
χαλεπὸν δέ τʼ ὀρύσσειν §10.306ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.
死すべき人間にとってそれを掘り起こすのは難しいが、神々には何でもできるのだ。
§10.307Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον §10.308νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης
ヘルメアスはその後、高いオリンポスへと去って行った、木々の生い茂る島を抜けて。
§10.309ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
私はキルケの館へと進んだが、歩きながら心は激しく揺れ動いた。
§10.310ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·
私は美しい髪の女神の扉の前に立った。
§10.311ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.
そこに立ち、私は大声をあげた。 女神は私の声を聞きつけた。
§10.312ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς §10.313καὶ κάλει·
彼女はすぐに出てきて輝く扉を開け、私を招き入れた。
αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.
私は心を痛めながら後に従った。
§10.314εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου §10.315καλοῦ δαιδαλέου·
彼女は私を中に導き、銀の鋲が施された美しい、精巧な作りの椅子に座らせた。
ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
足の下には足台があった。
§10.316τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,
彼女は私が飲むようにと黄金の杯に混ぜ合わせ飲み物を用意した。
§10.317ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.
そして心の中で邪悪なことを企みながら、その中に薬を入れた。
§10.318αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε,
しかし彼女がそれを与え、私が飲み干しても、私を魅了することはできなかった。
§10.319ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
彼女は杖で私を打ち、語りかけてこう呼んだ。
§10.320ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.
「さあ、今すぐ豚小屋へ行き、他の同志たちと一緒に横になりなさい。
§10.321ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ §10.322Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.
」彼女がこのように言うと、私は太ももから鋭い剣を抜き、彼女を殺そうと熱望するように、キルケに飛びかかった。
§10.323ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων, §10.324καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
すると彼女は大声を上げて身をかがめて駆け寄り、私の膝を掴み、嘆きながら私に翼ある言葉をかけた。
§10.325τίς πόθεν εἰς ἀνδρῶν;
「あなたはいったいどこの誰ですか。
πόθι τοι πόλις ἠδὲ τοκῆες;
あなたの都市と両親はどこにあるのですか。
§10.326θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·
あなたがこの薬を飲んだのに、少しも魅了されなかったことに、私は驚きにとらわれています。
§10.327οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη, §10.328ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.
この薬を飲み、それが歯の垣根を一度越えた者で、耐えられた男はこれまでに一人もいません。
§10.329σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.
あなたの胸の中には、魅了されることのない心があるのですね。
§10.330ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ
まことにあなたは、臨機応変なオデュッセウスなのですね。
§10.331φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης, §10.332ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.
黄金の杖を持つアルゲイポンテスが私に、速い黒い船に乗ってトロイアから帰る途中で、いつかやって来るといつも言っていたあの人だ。
§10.333ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα §10.334εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε §10.335εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.
さあ、剣を鞘に収め、それから二人の床に登り、交わり、愛し合うことで互いに信頼し合いましょう。
§10.336ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
」彼女がこのように言うと、私は彼女に答えて言った。
§10.337ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι, §10.338ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,
「おお、キルケよ、あなたは私の同志たちをこの館で豚に変えてしまいながら、どうして私に優しくしろと命じるのか。
§10.339αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις §10.340ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς, §10.341ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.
また、私自身をここに留め、悪だくみを巡らせながら、寝室に入ってあなたの床に登れと命じるのか、私を裸にし、弱く、男らしさを失った者にするために。
§10.342οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς, §10.343εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι §10.344μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
あなたが私に対して他のいかなる邪悪な危害も企まないという、神々の大いなる誓いを立てることを引き受けてくれない限り、私は決してあなたの床に登ることを望まない。
§10.345ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς ἐκέλευον.
」私がこのように言うと、彼女は私が命じたとおり、すぐに誓いを立てた。
§10.346αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, §10.347καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.
そして彼女が誓いを立て、誓いを完了したとき、ついに私はキルケのこの上なく美しい床に登った。
§10.348ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο
その間、館の中では4人の侍女たちが働いていた。
§10.349τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·
彼女たちは館の中で彼女に仕える召使いであった。
§10.350γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων §10.351ἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι.
彼女たちは泉や森、そして海へと流れ込む聖なる川から生まれた者たちであった。
§10.352τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ §10.353πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν·
彼女たちのうち一人は、椅子の上に美しい紫の敷物を上に敷き、その下に亜麻布の布を敷いた。
§10.354ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας §10.355ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·
他の一人は、椅子の前に銀のテーブルを並べ、その上に黄金の籠を置いた。

語釈・文法注

  1. 10.288ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν — 関係代名詞 ὅ を先行詞 φάρμακον の代名詞とし、κέν と接続法 ἀλάλκῃσιν(epic特有の長母音語尾をもつ3人称単数形)が結びついて、目的または未来の期待を表している。
  2. 10.295κτάμεναι — 動詞 κτείνω(殺す)のアオリスト型不定詞。エピック(ホメロス)方言に特有の -μεναι 語尾。副詞句 ὥς τε(〜するかのように)および現在分詞 μενεαίνων(熱望して)とともに用いられ、オデュッセウスの擬似的な意図を修飾している。
  3. 10.297ἀπανήνασθαι — 命令的不定詞(Imperative Infinitive)。主節の主動詞を伴わず、独立して直接命令(「拒んではならない」)を表す。293行目の ἐπαῖξαι や299行目の κέλεσθαι も同様。
  4. 10.341θήῃς — 接続詞 ὄφρα(〜するために)に導かれる目的節の接続法。動詞 τίθημι の2人称単数アオリスト接続法(アッティカ方言の θῇς に対するホメロス方言形)。

この箇所を引用する

ホメロス, オデュッセイア §10.288-10.355. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:10.288-10.355

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。