§10.288ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.
「去吧,愿它能替你挡住头顶上的灾难之日。
§10.289πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.
我要把喀耳刻所有毁灭性的诡计都告诉你。
§10.290τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.
她会为你调制一种混合饮料,并在食物中投入魔药。
§10.291ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει
但即使如此,她也无法魅惑你,因为我给你的这种神效药草将不容许它起作用。
§10.292φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.
我还会告诉你每一件事。
§10.293ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ, §10.294δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ §10.295Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.
当喀耳刻用长魔杖抽打你时,那时你便要从大腿旁拔出锐利的宝剑,猛扑向喀耳刻,就像渴望杀死她一样。
§10.296ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι· §10.297ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν, §10.298ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·
而她会因恐惧而退缩,并请你与她同床;那时你便不要再拒绝女神的床,好让她释放你的同伴并款待你。
§10.299ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι, §10.300μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο, §10.301μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.
但要要求她以福乐众神名义起下重誓,保证她绝不会再谋划对你不利的邪恶伤害,免得她趁你赤身露体时,使你变得软弱且丧失男儿气概。
」阿尔革丰忒斯说完这些,便将药草从土里拔出来交给我,并向我展示了它的本性。
它根部呈黑色,花朵却洁白如奶;诸神称它为『莫吕』。
χαλεπὸν δέ τʼ ὀρύσσειν §10.306ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.
凡人要挖掘它十分困难,但神明却无所不能。
§10.307Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
随后,赫尔墨斯穿过树木茂密的岛屿,离去前往高耸的奥林匹斯。
而我则向喀耳刻的府邸走去,一路上我的心剧烈地翻腾。
我站在美发女神的门前;我站在那里大声呼喊,女神听到了我的声音。
她立刻出来打开闪亮的门,邀请我进去;而我满心忧伤地跟在后面。
§10.314εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου §10.315καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
她把我领进去,安顿在一张镶有银钉的椅子上,那椅子美丽而工艺精巧;我脚下还有一个脚凳。
§10.316τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι, §10.317ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.
她在金杯里为我调制了混合饮料,让我饮用,并在里面投放了药草,心怀恶意。
§10.318αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε, §10.319ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §10.320ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.
但当她递给我,而我一饮而尽后,它并未能魅惑我,她用魔杖抽打我,开口对我唤道:「现在去猪圈吧,和你的其他同伴躺在一起。
」她这样说着,而我从大腿旁拔出锐利的宝剑,猛扑向喀耳刻,就像渴望杀死她一样。
§10.323ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων, §10.324καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· §10.325τίς πόθεν εἰς ἀνδρῶν;
她大声惊呼着溜到剑下,抱住我的双膝,哭泣着对我说出了有翼的飞语:「你是谁,来自哪里?
πόθι τοι πόλις ἠδὲ τοκῆες;
你的城市和父母在哪里?
§10.326θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·
我感到十分惊讶,你喝下这魔药竟然没有被魅惑。
§10.327οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη, §10.328ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.
因为从未有任何其他人能抗拒这魔药,只要有人喝下它,让它穿过牙齿的防线。
§10.329σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.
你的胸中却有一颗无法被魅惑的心。
§10.330ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ §10.331φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης, §10.332ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.
看来你就是那机智多谋的奥德修斯,手持金杖的阿尔革丰忒斯总是对我说你会来,在你乘着敏捷的黑船从特洛伊返回的途中。
§10.333ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα §10.334εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε §10.335εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.
来吧,把你的宝剑放回鞘中,然后我们登上我们的床榻,以便通过在床榻与爱意中结合,使我们彼此信任。
§10.336ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· §10.337ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι, §10.338ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους, §10.339αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις §10.340ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς, §10.341ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.
」她这样说,而我回答她说道:「喀耳刻啊,你怎么能要求我对你温和,你在你的大厅里把我的同伴变成了猪,现在你把我留在这里,心怀诡计地要求我进入寝室并登上你的床榻,为的是等我赤身露体时,使我变得软弱且丧失男儿气概吗?
§10.342οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς, §10.343εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι §10.344μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
我绝不愿登上你的床榻,除非你,女神,肯对我立下大誓,保证你绝不会再谋划对你不利的任何邪恶伤害。
§10.345ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς ἐκέλευον.
」我这样说,她立刻按照我的要求起誓。
§10.346αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, §10.347καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.
当她起誓并完成了誓言,那时我终于登上了喀耳刻极美丽的床榻。
§10.348ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο §10.349τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·
与此同时,四个女仆在大厅里忙碌着,她们是在她府邸中服侍的仆人。