§10.146καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν, §10.147εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.
私は素早く船から見晴らしの良い高台へと登って行った、人間の営みを見、あるいはその声を聞くことができるかどうかと。
§10.148ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών, §10.149καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης, §10.150Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
私は険しい見晴らしの良い高台へと登って立ち、すると、道広き大地から立ち上る煙が私の目に映った、キルケの館において、茂った茂みと森を通り抜けて。
§10.151μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν §10.152ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.
それから私は心と精神の中で思い悩んだ、輝く煙を見たのだから、行って確かめてみるべきかどうかを。
§10.153ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι, §10.154πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης §10.155δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.
このように考えている私には、こちらの方がより良いと思われた、まず速い船と海の波打ち際に行き、同志たちに食事を与え、彼らを派遣して調べさせる方が。
§10.156ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης, §10.157καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα, §10.158ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν §10.159ἧκεν.
しかし、歩いて両側が湾曲した船の近くにまさにたどり着こうとしたとき、まさにその時、神々の誰かが一人でいる私を憐れみ、その神が、角の高い大きな牡鹿をまさに私の道へと送り出してくれた。
ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης §10.160πιόμενος·
鹿は森の牧草地から川へと下って行くところであった、水を飲むために。
δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.
実に太陽の熱が彼を襲っていたからである。
§10.161τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶτα
私は、水から上がってくる彼の背骨のあたり、背中の真ん中を突き刺した。
§10.162πλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε, §10.163κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
青銅の槍はまっすぐに突き抜けて反対側へ出た、彼は叫び声を上げて塵の中に倒れ、命は飛び去った。
τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ §10.166εἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε, §10.167πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν §10.168πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου, §10.169βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν
それをばそのまま地面に横たえて放置し、私自身は小枝や柳の枝を折り取り、一尋ほどの長さの、両側からよくよじられた紐を編み上げて、その恐るべき巨大な獲物の足を縛り、黒い船へと、それを首の後ろに担いで運んで行った、槍に寄りかかりながら。
肩の上に載せてもう一方の手で支えて運ぶことはとうていできなかったからである。
μάλα γὰρ μέγα θηρίον ἦεν.
本当に巨大な獣であったのだ。
§10.172κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρους §10.173μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
私はそれを船の前に投げ下ろし、同志たちを呼び覚ました、一人一人の傍らに立って、優しい言葉で。
§10.174ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί περ §10.175εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·
「友よ、私たちは、いくら悲しんでいようとも、定められた日が来るまでは、ハデスの館へと下ることはない。
§10.176ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε, §10.177μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.
さあ、速い船の中に食べ物と飲み物があるうちに、食事のことを考えよう、飢えで身をすり減らすことのないように。
§10.178ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο, §10.179ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο §10.180θηήσαντʼ ἔλαφον·
」私がこのように言うと、彼らはすぐに私の言葉に従い、顔の覆いを取って、不毛の海の波打ち際で牡鹿を眺め入った。
μάλα γὰρ μέγα θηρίον ἦεν.
本当に巨大な獣であったからである。
彼らが自らの目で見て満足すると、手を洗い、栄えある宴の準備をした。
§10.183ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα §10.184ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
こうして私たちはその時、一日中、太陽が沈むまで、無数の肉と甘い酒を味わいながら座っていた。
太陽が沈み、暗闇が訪れたとき、まさにその時、私たちは海の砕け散る波打ち際で眠りについた。
§10.187ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §10.188καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·
早くに生まれし、薔薇の指を持つ暁が現れたとき、その時、私は集会を催し、全員の間で語った。
§10.189κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·
「災いに苦しんでいる同志たちよ、私の言葉を聞いてくれ。
§10.190ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς, §10.191οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, §10.192οὐδʼ ὅπῃ ἀννεῖται·
友よ、私たちはどこに暗闇があり、どこに暁があるのかを知らず、人類に光を与える太陽がどこで地の下へと入るのか、どこから再び昇るのかも知らないのだ。
ἀλλὰ φραζώμεθα θᾶσσον §10.193εἴ τις ἔτʼ ἔσται μῆτις.
しかし、一刻も早く考えよう、まだ何か策があるかどうかを。
ἐγὼ δʼ οὔκ οἴομαι εἶναι.
だが私にはあるとは思えない。
§10.194εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν §10.195νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·
なぜなら、私は険しい見晴らしの良い高台へと登って見渡したのだ、この島を。
§10.196αὐτὴ δὲ χθαμαλὴ κεῖται·
その周囲には果てしない海が冠のように取り囲んでおり、島自体は低く横たわっている。
καπνὸν δʼ ἐνὶ μέσσῃ §10.197ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
そして私は、その中央で茂った茂みと森を通り抜けて立ち上る煙を、この目で確かに見たのだ。
§10.198ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ §10.199μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο §10.200Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.
」私がこのように言うと、彼らの愛する心は打ち砕かれた、レストリュゴン人アンティパテスの仕打ちや、人を食らう勇猛なキュクロプスの暴力を思い出して。
§10.201κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·
彼らは激しく泣き、大粒の涙を流した。
§10.202ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
しかし、嘆き悲しむ彼らにとって、何の救いにもならなかった。
§10.203αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους §10.204ἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα·
そこで私は、美しい脛当てをつけた同志たちを全員二つの組に数え分け、それぞれの組に指導者を配した。
§10.205τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής.
一方の組は私が率い、もう一方は神のようなエウリュロコスが率いた。
§10.206κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·
そして私たちは、青銅で補強された兜の中で素早く籤を揺すった。
§10.207ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.
すると、勇猛なエウリュロコスの籤が飛び出した。
彼は出立し、彼とともに22人の同志たちが泣きながら同行した。
κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν.
そして彼らは後に残って嘆き悲しむ私たちをあとに残した。
彼らは谷間に、整えられた石で建てられたキルケの館を見晴らしの良い場所に見出した。
§10.212ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες, §10.213τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν.
その館の周囲には、山の狼たちやライオンたちがいた、それらは彼女自身が邪悪な薬を与えて手なずけたものであった。
§10.214οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γε §10.215οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.
それらは男たちに襲いかかることはせず、むしろ長い尾を激しく振りながら、立ち上がった。
§10.216ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα
まるで、宴から帰ってくる主人を犬たちが尾を振って迎えるかのように。
§10.217σαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,
主人はいつも彼らの心をもてなす好物を持って帰るからである。