Humanitext Reader

荷马 · 奥德赛 §10.146-10.217

猎杀巨鹿与欧律洛科斯领命探路

第 67 段,共 173 段 · 希腊语

内容简介

奥德修斯在瞭望时发现喀耳刻府邸升起的烟雾,并在返回途中猎杀了一只巨大的牡鹿以安抚部下。随后他将伙伴分为两组,抽签选中的欧律洛科斯率队前往喀耳刻的住所,在那里遇到了被魔法驯服的野兽。

§10.146καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν, §10.147εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.
我飞快地从船旁爬上一座瞭望哨,期待能看见凡人的劳作或听到他们的声音。
§10.148ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών, §10.149καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης, §10.150Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
我爬上一座陡峭的瞭望哨,站在那里,宽阔的大地上便有烟雾映入我的眼帘,那是在喀耳刻的府邸中,穿过茂密的灌木丛和森林。
§10.151μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν §10.152ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.
随后我便在心中和精神里反复权衡,既然看到了那明亮的烟雾,是否应该前去打听。
§10.153ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι, §10.154πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης §10.155δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.
在我如此思索时,觉得这样做似乎更好:先回到敏捷的船只和大海的沙滩旁,给伙伴们准备晚餐,然后再派他们前去打听。
§10.156ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης, §10.157καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα, §10.158ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν §10.159ἧκεν.
但当我走近那两头弯曲的船只时,就在那时,某位神明怜悯了我这个孤独的人,他将一只长着高角的大牡鹿直接送到了我的路途上。
ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης §10.160πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.
牡鹿正从森林的牧场走下河边去饮水;因为烈日的炎热正折磨着它。
§10.161τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶτα §10.162πλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε, §10.163κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
当它走上来时,我击中了它背部正中的脊椎,青铜枪直穿而过,它哀鸣着倒在尘土中,生命便飞逝了。
§10.164τῷ δʼ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς §10.165εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ §10.166εἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε, §10.167πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν §10.168πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου, §10.169βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν §10.170ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπʼ ὤμου §10.171χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.
我踩在它身上,从伤口中拔出青铜枪;将枪留在原处的地上,任其平放;而我则折下柳条和嫩枝,编织了一条约有一寻长、两端绞得很紧的绳子,捆绑了这头可怕巨兽的双脚,我将它扛在脖子后面,背着走向黑色的船只,途中用枪支撑着身体,因为根本无法用单手扛在肩上;因为它实在是一只非常庞大的野兽。
§10.172κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρους §10.173μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον· §10.174ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί περ §10.175εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·
我将它丢在船前,走上前去用温和的话语唤醒每一位伙伴: “朋友们,虽然我们深感悲伤,但我们绝不会在注定的日子到来之前坠入哈德斯的府邸。
§10.176ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε, §10.177μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.
来吧,只要敏捷的船上还有食物和饮料,我们就该考虑填饱肚子,而不是因饥饿而受折磨。
§10.178ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο, §10.179ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο §10.180θηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.
” 我这样说,他们立刻听从了我的话,他们在不毛的海岸边揭开遮面的衣物,注视着这只牡鹿;因为它确实是一只非常庞大的野兽。
§10.181αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν, §10.182χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα.
当他们用眼睛看够了、满足了之后,便清洗双手,准备丰盛的宴席。
§10.183ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα §10.184ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
于是我们在那时整整一天,直到太阳落山,都坐着享受丰盛的肉食和香甜的美酒。
§10.185ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, §10.186δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
当太阳落山、暮色降临时,此时我们便在海浪拍击的沙滩上安睡。
§10.187ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §10.188καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον· §10.189κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι· §10.190ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς, §10.191οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, §10.192οὐδʼ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον §10.193εἴ τις ἔτʼ ἔσται μῆτις.
当早生的、有着玫瑰色手指的黎明出现时,就在那时,我召集了集会,对所有人说道: “遭受苦难的伙伴们,请听我说:朋友们,因为我们不知道黑暗在哪里,黎明在哪里,也不知道照亮凡人的太阳在哪里落入地底,在哪里升起;但让我们快些商量,是否还能有任何对策。
ἐγὼ δʼ οὔκ οἴομαι εἶναι.
但我认为已经没有了。
§10.194εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν §10.195νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται· §10.196αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δʼ ἐνὶ μέσσῃ §10.197ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
因为我爬上一座陡峭的瞭望哨,看清了这座岛屿,无垠的大海像花冠一样环绕着它;岛屿本身地势低平;而在岛的中央我亲眼看见烟雾穿过茂密的灌木丛和森林升起。
§10.198ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ §10.199μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο §10.200Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.
” 我这样说,他们的心都碎了,想起了莱斯特律戈人安提法忒斯的行径,以及那吃人的、心高气傲的独眼巨人的暴虐。
§10.201κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες· §10.202ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
他们放声痛哭,流下大滴的泪水;然而对于悲哀哭泣的他们来说,这并不能解决任何问题。
§10.203αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους §10.204ἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα· §10.205τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής.
于是我把所有穿着精美护胫的伙伴分成两组,并为两组各指派了一位首领:一组由我率领,另一组由神一样的欧律洛科斯率领。
§10.206κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα· §10.207ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.
我们迅速在青铜防具的盔甲里摇动签子,宽宏大度的欧律洛科斯的签跳了出来。
§10.208βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροι §10.209κλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν.
于是他动身出发,与他同行的还有二十二位伙伴,他们哭泣着;而将我们在后面哭泣着留下。
§10.210εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης §10.211ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ·
他们在山谷里发现了喀耳刻用打磨过的石块建造在显眼地方的宅邸。
§10.212ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες, §10.213τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν.
宅邸周围有山野的豺狼和狮子,这些是她自己用邪恶的药水驯服了的。
§10.214οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γε §10.215οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.
它们并没有向人们扑去,反而摇着长尾巴站了起来向他们示好。
§10.216ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα §10.217σαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,
就像狗围着从宴席上回来的主人摇尾巴一样,因为主人总是带回来取悦它们心意的东西,

词汇与语法注释

  1. 10.147εἴ πως ἔργα ἴδοιμι — 连词 εἴ 引导希求法动词 ἴδοιμι,表示带有目的或期待的间接疑问或假设条件(“希望能看到”)。
  2. 10.153δοάσσατο κέρδιον εἶναι — 不定式 εἶναι 作为动词 δοάσσατο 的主语(“(这样做)似乎更好”)。与格分词短语 μοι φρονέοντι 修饰动词,表示“在如此思考的我看来”。
  3. 10.174οὐ γάρ πω καταδυσόμεθʼ — 动词 καταδυσόμεθα 为将来直说语气(或短元音不定过去时虚拟语气),表示对未来的强烈否定(“因为我们绝不会在此时坠入”)。
  4. 10.202μυρομένοισιν — 现在分词的与格形式,充当不利与格(或关系与格),表示“对于哭泣的他们而言(没有任何用处)”。

引用这一段

荷马, 奥德赛 §10.146-10.217. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:10.146-10.217

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。