Humanitext Reader

ホメロス · オデュッセイア §1.77-1.154

アテネのイタケ訪問とテレマコスの歓待

2 / 173 箇所 · ギリシア語

要旨

ゼウスがポセイドンの怒りを静めることを提案すると、アテネはヘルメスをカリュプソのもとへ送り、自らはイタケのテレマコスのもとへ行く計画を立てる。アテネは客人の姿でテレマコスの館に到着し、求婚者たちに囲まれて苦悩するテレマコスから歓迎を受ける。

§1.77νόστον, ὅπως ἔλθῃσι·
帰郷を、彼が帰れるように。
Ποσειδάων δὲ μεθήσει §1.78ὃν χόλον·
そしてポセイドンは和らげるだろう、己の怒りを。
οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων §1.79ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.
彼はすべての不死の神々の意に反して、一人で争い続けることはできないのだから。
§1.80τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
すると、輝く目の女神アテネが彼に答えた。
§1.81ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων, §1.82εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν, §1.83νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε, §1.84Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην §1.85νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα §1.86νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν, §1.87νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·
「我らが父、クロノスの子よ、支配者たちの中で最も高きお方よ、もし今、これが祝福された神々にとって望ましいことであるならば、思慮深きオデュッセウスが己の家へと帰郷することが、それならば、先導者でありアルゴス殺しのヘルメスをオギュギエの島へと送り出しましょう、一刻も早く美しい髪のニンフに、我々の確実な決定を伝えるために、不屈の心をもつオデュッセウスの帰郷を、彼が帰れるように。
§1.88αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν §1.89μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω, §1.90εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς §1.91πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
一方、私はイタケへと赴きましょう、彼の息子をさらに奮起させ、その胸に勇気を吹き込むために、髪を長く伸ばしたアカイア人たちを集会に呼び集め、すべての求婚者たちに拒絶を突きつけるように。
§1.92μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
彼らは常に彼の群れなす羊や、のしのしと歩く角の曲がった牛を屠っているのです。
§1.93πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα §1.94νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ, §1.95ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.
そして私は彼を、スパルタと砂多きピュロスへと送りましょう、愛する父の帰郷について、もしどこかで聞くことができないかと尋ねさせるために、また彼が人々の中で優れた名声を得られるように。
§1.96ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
」そう語ると、彼女は足の下に美しいサンダルを縛りつけた、不朽の、黄金のサンダルを。
§1.97ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν §1.98ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
それは彼女を、湿った海の上も、また果てしない大地の上も、風の息吹とともに運ぶのだった。
§1.99εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
そして彼女は、鋭い青銅の穂先をもつ頑丈な槍を取った、重く、巨大で、頑強な槍を。
§1.100βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν §1.101ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
それによって彼女は、猛き父の娘たる彼女が怒りを覚えた、英雄たる男たちの隊列をなぎ倒すのだ。
§1.102βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα,
彼女はオリュンポスの頂から飛び降りて下っていった。
§1.103στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος, §1.104οὐδοῦ ἐπʼ αὐλείου·
そしてイタケの民の地にある、オデュッセウスの館の前門に立った、中庭の敷居の上に。
παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος, §1.105εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.
その手には青銅の槍を携え、異邦の客、タポス人の指導者メンテスの姿になりすましていた。
§1.106εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας.
そこで彼女は傲慢な求婚者たちを見出した。
οἱ μὲν ἔπειτα §1.107πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον §1.108ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·
彼らはちょうど門の前で、盤上遊戯で心を慰めていた、自らが殺した牛たちの皮の上に腰を下ろして。
§1.109κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες §1.110οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ, §1.111οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας §1.112νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
彼らの傍らでは、伝令官たちや骨身を惜しまぬ召使たちが、ある者は混酒器の中でワインと水を混ぜ合わせ、またある者は、穴の多い海綿で食卓を洗って前に据え、別の者たちは多くの肉を切り分けていた。
§1.113τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
彼女を、神のようなテレマコスが誰よりも最初に見つけた。
§1.114ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ, §1.115ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
彼は求婚者たちの間に座り、その胸を深く痛めながら、心の中で優れた父を思い描いていた。
§1.116μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη, §1.117τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.
もし父がどこからか帰ってきて、館の中の求婚者たちを追い散らし、自らの名誉を取り戻し、己の館を支配することになればと。
§1.118τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.
このようなことを考え、求婚者たちの間に座りながら、彼はアテネを目に留めた。
§1.119βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ
彼はまっすぐ前門へと向かった。
§1.120ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν·
客が門口に長く立ち尽くしていることに、胸を痛めたのだ。
ἐγγύθι δὲ στὰς §1.121χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος, §1.122καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
彼は近くに立ち、客の右手を取り、青銅の槍を受け取り、言葉をかけて、翼ある言葉で語りかけた。
§1.123χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι·
「ようこそ、異邦の客よ、我々のもとで歓待いたしましょう。
αὐτὰρ ἔπειτα §1.124δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.
そしてお食事を召し上がった後で、どのようなご用件かお聞かせください。
§1.125ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.
」そう語って彼は案内し、パラス・アテネもそれに従った。
§1.126οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο, §1.127ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν §1.128δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα
そして彼らが、高い天井の館の内に入ると、彼は槍を運び、高い柱に立てかけた、よく磨かれた槍掛けの内側に。
§1.129ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
そこには、不屈の心をもつオデュッセウスの他の多くの槍が立てられていた。
§1.130αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας, §1.131καλὸν δαιδάλεον·
彼女を椅子へと案内して座らせ、その下に麻の布を敷いた、美しく、精巧な装飾が施された椅子だった。
ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
その足元には足載せ台があった。
§1.132πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
その傍らに、彼は自らのために細工された背もたれ椅子を置いた、他の求婚者たちから離れて。
§1.133μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ §1.134δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,
客が騒音に悩まされ、傲慢な者たちに囲まれて食事を嫌がることがないように。
§1.135ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
また彼が客に、去りし父について尋ねるためでもあった。
§1.136χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα §1.137καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
女中が美しい黄金の水差しに水を入れて運び、銀の盆の上で、手を洗わせるために注いだ。
§1.138νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
そしてその傍らに、よく磨かれた食卓を引き寄せた。
§1.139σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, §1.140εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
厳格な女執事がパンを運んで傍らに据え、蓄えの中から惜しみなく、多くの佳肴を添えた。
§1.141δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας §1.142παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·
肉を切り分ける者が、あらゆる種類の肉を盛った皿を差し出し、彼らの傍らに黄金の杯を置いた。
§1.143κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων.
伝令官は絶えず彼らのもとを行き来し、ワインを注いで回った。
§1.144ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες.
そこへ傲慢な求婚者たちが入ってきた。
οἱ μὲν ἔπειτα §1.145ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,
彼らはそれから背もたれ椅子や椅子に順々に腰を下ろした。
§1.146τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, §1.147σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν, §1.148κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
彼らに対して、伝令官たちが手の上に水を注ぎ、女中たちが籠の中にパンを積み上げ、若者たちは混酒器を飲み物で満たした。
§1.149οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
彼らは目の前に用意された食べ物に手を伸ばした。
§1.150αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο §1.151μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει, §1.152μολπή τʼ ὀρχηστύς τε·
そして求婚者たちが、飲み食いの欲求を静めると、彼らの心には、別の関心事が浮かんだ、歌と踊りである。
τὰ γάρ τʼ ἀναθήματα δαιτός·
これらこそは宴の飾りなのだから。
§1.153κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν
伝令官は、極めて美しい竪琴をフェミオスの手に握らせた。
§1.154Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
彼は強いられて求婚者たちの傍らで歌っていたのだった。

語釈・文法注

  1. §1.79ἀντία πάντων / ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος — 前置詞的副詞 ἀντία と ἀέκητι(〜の意に反して)がともに属格の πάντων ἀθανάτων θεῶν(すべての不死の神々)を支配している。形容詞 οἶος(単独で)は主句の主語であるポセイドンと一致する主格。不定詞 ἐριδαινέμεν は δυνήσεται の補語として機能する。
  2. §1.83νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε — 前行の代名詞 τοῦτο(これ)を具体的に説明する、不定詞 νοστῆσαι を核とした同格節。Ὀδυσῆα πολύφρονα は不定詞の意味上の主語(対格)。
  3. §1.90εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς — 現在分詞 καλέσαντα(対格)は、第88行の ἐποτρύνω の直接目的語である υἱόν(息子テレマコス)を修飾している。「(テレマコスがアカイア人たちを)集会に呼び集めた上で〜する(ことを促す)」という、後続の不定詞 ἀπειπέμεν につながる一連の使役的・督促的構造をなす。
  4. §1.115εἴ ποθεν ἐλθὼν — εἰ は ὀσσόμενος(心に思い描く、期待する)に伴い、「もし〜ならばという望み(〜であることを期待して)」を表す。従属節内の動詞 θείη, ἔχοι, ἀνάσσοι はすべて希求法(optative)であり、主節の動詞 ἧστο(座っていた、過去形)に対応する斜格の希求法、または実現が不確実な強い願望を表す。
  5. §1.134δείπνῳ ἁδήσειεν — ἁδήσειεν は ἁνδάνω(気に入る、喜ばせる)のアオリスト希求法3人称単数形(あるいは接続法からの変化形)。与格 δείπνῳ とともに「食事を不快に思う、食事を嫌がる」という意味の否定の目的節(μὴ...)を構成する。

この箇所を引用する

ホメロス, オデュッセイア §1.77-1.154. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:1.77-1.154

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。