Humanitext Reader

荷马 · 奥德赛 §1.77-1.154

雅典娜降临伊萨卡与特勒马科斯的款待

第 2 段,共 173 段 · 希腊语

内容简介

宙斯提议平息波塞冬的愤怒,雅典娜则建议派赫尔墨斯去卡吕普索处,而自己前往伊萨卡去激励特勒马科斯。雅典娜化身门特斯来到伊萨卡,受到在求婚者僭越无度中备受折磨的特勒马科斯的热情款待。

§1.77νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει §1.78ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων §1.79ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.
他的归航,好让他能回去;而波塞冬也将平息自己的愤怒;因为他绝不可能顶着所有不朽神明的意志,独自一人去对抗争执。
§1.80τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· §1.81ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων, §1.82εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν, §1.83νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε, §1.84Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην §1.85νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα §1.86νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν, §1.87νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·
接着,明眸女神雅典娜回答他道: “我们的父亲,克洛诺斯之子,统治者中的至高者啊,如果如今这确实为幸福的神明们所乐意,让聪慧的奥德修斯返回他自己的家园,那么,我们就派遣使者、诛杀阿耳戈斯者赫尔墨斯前往奥古吉亚岛,好让他尽快向美发宁芙宣告我们无可更改的旨意,即坚忍的奥德修斯的归航,好让他能回去。
§1.88αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν §1.89μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω, §1.90εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς §1.91πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ §1.92μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
而我将前往伊萨卡,好去更加激励他的儿子,将勇气植入他的心中,让他召集长发披肩的阿开亚人举行集会,向所有的求婚者严厉宣告,而这些人一直在宰杀他成群的绵羊,以及步履蹒跚、角弯蹄健的牛群。
§1.93πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα §1.94νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ, §1.95ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.
我还要送他去斯巴达和多沙的皮洛斯,去打听他亲爱的父亲归国消息,看是否能有所闻,并好让他以此在人间赢得美名。
§1.96ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, §1.97ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν §1.98ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
” 说完,她便在脚下系上美丽的凉鞋,那神圣、金黄的凉鞋,带着她越过湿润的海洋,以及无边的大地,与风的呼吸一同飞奔。
§1.99εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ, §1.100βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν §1.101ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
她拿起那杆锋利青铜作头的强劲长枪,沉重、巨大而坚固,用它她能摧毁英雄豪杰们的队伍,当这位强悍父亲的女儿动怒之时。
§1.102βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα, §1.103στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος, §1.104οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος, §1.105εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.
她从奥林匹斯的峰峦上疾飞而下,立在伊萨卡境内,奥德修斯的门前,庭院的门槛上;手里握着青铜长枪,化身为异乡客,塔菲亚人的领袖门特斯。
§1.106εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας.
她发现那些骄横的求婚者们。
οἱ μὲν ἔπειτα §1.107πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον §1.108ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·
他们正在门前玩着棋子取乐,坐在他们自己宰杀的牛皮之上。
§1.109κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες §1.110οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ, §1.111οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας §1.112νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
侍从和勤快的仆人们在他们身旁,有的在混酒缸中调和美酒与清水,有的用多孔的海绵擦拭着桌子,摆在面前,还有的人在分切大量的肉食。
§1.113τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής, §1.114ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ, §1.115ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν §1.116μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη, §1.117τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.
神一般的特勒马科斯远远最先看见了她,因为他正坐在求婚者中间,心中满怀忧愁,心中幻想着高贵的父亲,希冀他能不知从何处归来,将这些求婚者在殿堂里驱散,重获自己的尊荣,统治自己的家园。
§1.118τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.
怀着这样的心思,坐在求婚者中间,他瞥见了雅典娜。
§1.119βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ §1.120ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν·
他径直走向门前,心中感到惭愧,让客人长久地伫立在门外。
ἐγγύθι δὲ στὰς §1.121χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος, §1.122καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §1.123χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα §1.124δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.
他走到近旁,执起她的右手,接下那杆青铜枪,随之开口,对她说出羽翼般轻盈的话语: “欢迎您,远客,在我们这里您将受到款待;此后在您享用过晚宴之后,再告诉我们您的需要。
§1.125ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.
” 说罢他便在前领路,帕拉斯·雅典娜随其后。
§1.126οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο, §1.127ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν §1.128δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα §1.129ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
当他们进入高耸的大厅内部时,他拿着长枪,将其靠在一根高大的柱旁,放进精美抛光的枪架里,在那个地方还立着坚忍的奥德修斯那许多别的长枪。
§1.130αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας, §1.131καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
他引她坐到高椅上,在下面铺上一条细麻布,那是一张美丽且雕饰精美的高椅;脚下配有垫脚凳。
§1.132πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων §1.133μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ §1.134δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών, §1.135ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
在她身旁,他为自己放了一张雕饰多彩的椅子,避开其他求婚者,免得客人在喧嚣中感到厌烦,在这些狂傲之徒的纠缠中败了晚宴的胃口,也是为了能向其打听自己离去的父亲的事情。
§1.136χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα §1.137καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, §1.138νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
一位女仆端着精美的黄金水壶倒水,洒在银盘之上,供他们洗手;并在他们身旁拉过一张光滑的木桌。
§1.139σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, §1.140εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων· §1.141δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας §1.142παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα· §1.143κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων.
庄重的女管家送来并摆上面包,堆上诸多佳肴,慷慨地拿出库藏之物;分切肉食的仆人端起盛有各色肉类的盘子,摆在他们面前,并在他们身边放好金杯;侍从则频频上前为他们斟酒。
§1.144ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες.
随后,骄横的求婚者们鱼贯而入。
οἱ μὲν ἔπειτα §1.145ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε, §1.146τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, §1.147σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν, §1.148κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
他们依次在长椅和高椅上坐下,侍从们将清水浇在他们的手上,女仆们在篮子里堆满面包,年轻人们则将混酒缸倒满了美酒。
§1.149οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
他们伸手拿取面前摆好的丰盛食物。
§1.150αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο §1.151μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει, §1.152μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός·
然而,在求婚者们满足了对饮食的欲望之后,他们的心中开始惦记起别的事情,那便是歌声与舞蹈;因为这些正是宴会的点缀。
§1.153κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν §1.154Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
侍从将一把无比精美的竖琴交到费米奥斯的手中,他被迫在求婚者面前弹唱。

词汇与语法注释

  1. §1.79ἀντία πάντων / ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος — 前置词性副词 ἀντία 和 ἀέκητι(违背……意志)共同支配属格的 πάντων ἀθανάτων θεῶν(所有不朽的神明)。形容词 οἶος(独自一人)为单数主格,与主句主语(波塞冬)一致。不定式 ἐριδαινέμεν 作为 δυνήσεται 的补语。
  2. §1.83νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε — 以不定式 νοστῆσαι 为核心的从句与前一行的代词 τοῦτο 构成同格,用于具体说明其内容。Ὀδυσῆα πολύφρονα 为该不定式的对格主语。
  3. §1.90εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς — 现在分词 καλέσαντα(单数阳性对格)修饰第88行中 ἐποτρύνω 的直接宾语 υἱόν(他的儿子特勒马科斯)。它构成了促使(特勒马科斯)召集阿开亚人,进而对求婚者宣布拒绝(由后续的不定式 ἀπειπέμεν 表达)的使役/促动结构。
  4. §1.115εἴ ποθεν ἐλθὼν — 连接词 εἰ 在此处引导表示期待或希望的从句,接在 ὀσσόμενος(脑海中想象)之后。随后的动词 θείη、ἔχοι 和 ἀνάσσοι 均为祈愿语气(optative),这或是因为主句动词为过去时(ἧστο)而采用的斜格祈愿语气,或是表示一种难以实现的强烈愿望。
  5. §1.134δείπνῳ ἁδήσειεν — 动词 ἁδήσειεν, 是 ἁνδάνω(使人满意、悦)的不定过去时祈愿语气第三人称单数形式。它与与格 δείπνῳ 结合,在由 μή 引导的否定目的从句中表示“免得他对晚宴感到不快(败了胃口)”。

引用这一段

荷马, 奥德赛 §1.77-1.154. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:1.77-1.154

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。