Humanitext Reader

ホメロス · オデュッセイア §1.370-1.444

テレマコスの求婚者への警告と就寝

6 / 173 箇所 · ギリシア語

要旨

テレマコスは求婚者たちに対し、明日の民会で館から立ち去るよう公言すると宣言し、アンティノオスやエウリュマコスと王権や客人の素性について議論する。その後、宴会が終わり、テレマコスは老女エウリュクレイアに付き添われて寝所に入り、旅路に思いを馳せる。

§1.370ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ §1.371τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
よしとしよう。 このような素晴らしい歌い手、声が神々にそっくりな者の歌を聴くことは、素晴らしいことなのだから。
§1.372ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες §1.373πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω, §1.374ἐξιέναι μεγάρων·
しかし、明朝になったら、私たちは皆で広場へ行って席に着こう、そこで私があなたがたに、はっきりと宣言するためだ、私の館から出て行くように。
ἄλλας δʼ ἀλεγύνετε δαῖτας, §1.375ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
他の宴会を用意するがよい、あなたがた自身の財産を食らい、互いの家を順繰りに回りながら。
§1.376εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον §1.377ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι, §1.378κείρετʼ·
だが、もしあなたがたにとって、一人の男の暮らしを、何の償いもなしに食いつぶすことが、より都合よく勝ると思われるなら、食い荒らすがよい。
ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας, §1.379αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·
しかし私は常しえにいます神々に哀願しよう、もしかするとゼウスが、報復の行われるよう取り計らってくださるかもしれないと。
§1.380νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
そうなれば、あなたがたはこの館の内で、何の償いも得られずに滅びるであろう。
§1.381ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες §1.382Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.
彼がこう語ると、彼らは皆、唇を噛みしめながら、テレマコスがこれほど大胆に語ったことに驚嘆した。
§1.383τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
それに対して、エウペイテスの息子アンティノオスが答えた。
§1.384Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ §1.385ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·
テレマコスよ、まさに神々ご自身が、お前に教えておられるのだな、大言壮語し、大胆に語ることを。
§1.386μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
海に囲まれたイタケにおいて、クロノスの御子が、お前を王になさらないように。
§1.387ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.
それは血統からして、お前の父祖伝来の権利であるのだが。
§1.388τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
それに対して、賢明なテレマコスが答えた。
§1.389Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
アンティノオスよ、私が何を言おうとも、お前は私に腹を立てるだろうか。
§1.390καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
ゼウスが与えてくださるなら、私はこれを得たいと思う。
§1.391ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
お前はこれが、人間にとって最も不幸せなことだと言うのか。
§1.392οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν·
王であることは決して悪いことではない。
αἶψά τέ οἱ δῶ §1.393ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
たちまちその者の家は豊かになり、本人もより多くの名誉を得るのだから。
§1.394ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι §1.395πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,
だが、海に囲まれたイタケには、他にもアカイア人の王たちが若きも老いたるも含め、数多くおられる。
§1.396τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·
高貴なオデュッセウスが亡くなった今、彼らのうちの誰かがこの王位を得るがよい。
§1.397αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο §1.398καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.
しかし私は、自分たちの館の、そして高貴なオデュッセウスが私のために戦利品として得た奴隷たちの、主人となる。
§1.399τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·
それに対して、ポリュボスの息子エウリュマコスが答えた。
§1.400Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται, §1.401ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·
テレマコスよ、海に囲まれたイタケにおいて、アカイア人の王となるのが誰であるかは、実に神々の膝の上にある。
§1.402κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.
だがお前自身、自らの財産を保持し、自らの館を支配するがよい。
§1.403μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν §1.404κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.
イタケに人が住んでいる限り、お前の意に反して力ずくでお前の財産を奪い去るような者が現れることのないように。
§1.405ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι, §1.406ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι §1.407γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.
だが、高貴な友よ、私はあの客について尋ねたい、あの男はどこから来たのか、どこの国の出身だと自称しているのか、彼の家系や故郷の地はどこにあるのか。
§1.408ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο, §1.409ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;
戻りつつあるお前の父の知らせを携えてきたのか、それとも、彼自身の用件を求めてここにやって来たのか。
§1.410οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε §1.411γνώμεναι·
彼は立ち上がるとすぐに立ち去ってしまい、知られるのを待とうともしなかった。
οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.
容貌からして、卑しい者には見えなかったが。
§1.412τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
それに対して、賢明なテレマコスが答えた。
§1.413Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·
エウリュマコスよ、私の父の帰還は失われてしまった。
§1.414οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι, §1.415οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ §1.416ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
だから、どこからか知らせが届いても、もはや信じないし、母が館に予言者を呼んで尋ねるどのような託宣にも、私は気にとめない。
§1.417ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν, §1.418Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι §1.419υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.
あの客は、タフォスから来た私の父の古い友で、賢明なアンキアロスの息子メンテスと名乗り、櫂を愛するタフォス人たちを支配しているのだ。
§1.420ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.
テレマコスはこう語ったが、心の中では不滅の女神であると知っていた。
§1.421οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν §1.422τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
彼らは踊りと心惹かれる歌へと興じて楽しみ、夕暮れが訪れるのを待った。
§1.423τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·
彼らが楽しんでいるうちに、暗い夕暮れが訪れた。
§1.424δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
そこで、彼らは眠りにつくために、それぞれ自分の家へと帰っていった。
§1.425Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς §1.426ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ, §1.427ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
一方、テレマコスは、極めて美しい中庭の、見晴らしの良い場所に高く建てられた寝所へと、心の中で多くのことを思案しながら、床へと向かった。
§1.428τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα §1.429Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,
彼のために、燃える松明を携えて同行したのは、心の行き届いたペイセノルを父とするオプスの娘、エウリュクレイアであった。
§1.430τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν §1.431πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν, §1.432ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
かつてラエルテスが自分の財産をもって買い取った女であり、まだ青春の盛りであった彼女に、牛二十頭分を支払い、館の中では貞淑な妻と同等に彼女を重んじた。
§1.433εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·
だが、妻の怒りを恐れて、決して同衾することはなかった。
§1.434ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα §1.435δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.
彼女が彼のために燃える松明を携え、また奴隷の女たちの中で最も彼を愛し、彼が幼い頃から育ててくれたのであった。
§1.436ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο, §1.437ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·
彼女は頑丈に造られた寝所の扉を開け、彼はベッドに腰掛け、柔らかなチュニックを脱いだ。
§1.438καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
そしてそれを、思慮深い老女の手へと渡した。
§1.439ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα, §1.440πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι §1.441βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ §1.442ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.
彼女はそのチュニックをたたみ、整え、格子模様の掘られたベッドの脇にある釘に掛け、寝所から出て行くと、銀の取っ手によって扉を引き寄せ、皮紐によって閂を引いて鍵をかけた。
§1.443ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ, §1.444βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.
そこで彼は一晩中、極上の羊毛に包まれながら、アテネが彼に告げたあの旅路のことを、心の中で思案していた。

語釈・文法注

  1. §1.370ἔστω — 三人称単数の命令形。ここでは相手の非難や不服を受け流しつつ、自分の意思を通すための「よしとしよう」「勝手に言うがよい」という譲歩・容認を表す。
  2. §1.386μὴ σέ γʼ ... ποιήσειεν — 否定の小辞 μή と希求法 ποιήσειεν の組み合わせ。独立文において「〜しないように」という強い否定の願望(または危惧)を表す。
  3. §1.428κεδνὰ ἰδυῖα — 分詞 ἰδυῖα(εἰδώς の女性単数)が中性複数対格の形容詞 κεδνά を目的語に取った形。「賢いことを知っている」、すなわち「賢い心をもった」「良識ある」という性質を表す。
  4. §1.433χόλον ... γυναικός — 属格 γυναικός(妻の)は、動詞的な意味を含む名詞 χόλος(怒り)に対する主格的属格。すなわち「(正妻が)抱く怒り」を意味する。

この箇所を引用する

ホメロス, オデュッセイア §1.370-1.444. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:1.370-1.444

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。