Humanitext Reader

荷马 · 奥德赛 §1.370-1.444

特勒马科斯对求婚者的警告与就寝

第 6 段,共 173 段 · 希腊语

内容简介

特勒马科斯对求婚者们宣告,他将在明天的集会上公开命令他们离开大殿,并与安提诺奥斯和欧律马科斯就王权和客人的身份展开争辩。宴会结束后,特勒马科斯在老妇人欧律克勒娅的侍候下就寝,并在心中思索着旅程。

§1.370ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ §1.371τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
那就这样吧。 听这样一位歌声宛如天神一般的歌手唱歌,确实是一件美妙的事。
§1.372ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες §1.373πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω, §1.374ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας, §1.375ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
明天清晨,让我们一同前往广场集会,好让我向你们公开发表声明,命你们离开我的大殿;你们去另设宴席,吃你们自己的家产,在各自的家里轮流开宴。
§1.376εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον §1.377ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι, §1.378κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας, §1.379αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι· §1.380νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
但如果你们认为,毁灭一个人的生计而无需偿还,这样更好、更有利,那就尽情侵占吧;而我将向永恒的神明呼求,或许宙斯会恩准,让惩罚的报应降临;届时你们也将在这个大殿之内,毫无补偿地灭亡。
§1.381ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες §1.382Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.
他这样说,所有人便都咬着嘴唇,对特勒马科斯感到惊异,因为他竟然如此大胆地发言。
§1.383τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· §1.384Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ §1.385ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν· §1.386μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων §1.387ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.
随后,欧培特斯的儿子安提诺奥斯向他回答道:特勒马科斯,看来确实是神明亲自在教导你成为大言不惭的人,并且如此大胆地发言;愿克罗诺斯之子永远不要在这海环抱的伊萨卡立你为王,虽然这按世系本是你的父祖之权。
§1.388τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §1.389Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
贤明的特勒马科斯向他回答道:安提诺奥斯,难道你真的会因为我要说的话而对我发怒吗?
§1.390καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
即使是这王位,若宙斯赐予,我也乐意接受。
§1.391ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
难道你认为这是人间最糟糕的事吗?
§1.392οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ §1.393ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
统治为王绝非坏事;他的家室会立刻变得富足,而他本人也会获得更高的荣誉。
§1.394ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι §1.395πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί, §1.396τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς· §1.397αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο §1.398καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.
不过,在这海环抱的伊萨卡,还有许多其他阿开亚人的国王,年轻的或是年迈的,既然高贵的奥德修斯已死,他们中总有人会得到这个地位;但我一定要成为我自己家室的主人,统治那些高贵的奥德修斯为我掠获的奴仆。
§1.399τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα· §1.400Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται, §1.401ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν· §1.402κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.
接着,波吕博斯的儿子欧律马科斯向他回答道:特勒马科斯,究竟谁能在这海环抱的伊萨卡统治阿开亚人做国王,这事确实掌握在众神的膝上;但愿你能保住自己的财产,统治你自己的家园。
§1.403μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν §1.404κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.
只要伊萨卡还有人居住,就绝不要让任何人违背你的意愿、用强力夺走你的财产。
§1.405ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι, §1.406ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι
但是,高贵的朋友,我想向你打听那位客人,这个人来自何方? 他自称出自哪个国度?
§1.407γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.
他的家系和祖国热土又在何方?
§1.408ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο, §1.409ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;
他是带来了你那正在归来的父亲的消息,还是为了求取他自己的事情才来到这里?
§1.410οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε §1.411γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.
他竟如此突然跃起并径自离去,也不肯停留片刻让人相识;不过看他的面貌,确实不像是个卑贱之人。
§1.412τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §1.413Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο· §1.414οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι, §1.415οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ §1.416ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
贤明的特勒马科斯向他回答道:欧律马科斯,我父亲的归返确实已经无望;所以,即便有消息从何处传来,我也不再相信,也不再介意任何神谕,哪怕我的母亲召见占卜者到大殿来询问。
§1.417ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν, §1.418Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι §1.419υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.
这位客人是我父亲源自塔福斯的世交,他自称是贤明的安喀阿洛斯之子门特斯,统治着热爱划桨的塔福斯人。
§1.420ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.
特勒马科斯这样说,但在心中他已认出那是不朽的女神。
§1.421οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν §1.422τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
求婚者们则转向舞蹈和迷人的歌声,尽情娱乐,等待着暮色降临。
§1.423τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε· §1.424δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
正当他们娱乐之时,黑夜沉沉降临;于是,他们这才各自回家上床就寝。
§1.425Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς §1.426ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ, §1.427ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
特勒马科斯则走向他在那极其精美的庭院中地势开阔处高高筑起的卧室,他在那里走上床榻,心中思绪万千。
§1.428τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα §1.429Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,
为他举着燃烧的火把伴随而行的,是忠心耿耿、见识广博的欧律克勒娅,她是培塞诺尔之子奥普斯的女儿。
§1.430τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν §1.431πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν, §1.432ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν, §1.433εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·
昔日拉厄耳忒斯用自己的家产买下了她,那时她还正值青春,他为此付出了二十头牛的代价,在大殿中,他像对待自己贞洁的妻子一样尊重她,但他从未与她同床共枕,以避开妻子的嫉恨。
§1.434ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα §1.435δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.
就是她为他举着燃烧的火把,在众多的女仆中她最疼爱他,在他还年幼时就抚育他。
§1.436ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο, §1.437ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα· §1.438καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
她打开了这间建造得十分坚固的卧室的房门,特勒马科斯坐在床榻上,脱下那件柔软的内衣,并把它交到了这位心思缜密的养母手中。
§1.439ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα, §1.440πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι §1.441βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ §1.442ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.
老妇人将内衣折叠整理好,挂在雕花床榻旁的木钉上,随后走出了卧室,用银制的门把将门拉上,并通过皮带拉动门闩锁好。
§1.443ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ, §1.444βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.
在那里,他整夜裹在最精美的羊毛毯里,脑海中不停地思索着雅典娜向他指明的那条路程。

词汇与语法注释

  1. §1.370ἔστω — 第三人称单数命令式,此处表示一种让步或默许(“就这样吧”、“随你们怎么说”),以便特勒马科斯随后坚持自己的决定。
  2. §1.386μὴ σέ γʼ ... ποιήσειεν — 否定小词 μή 与希求法动词 ποιήσειεν 在独立句中的结合,表示强烈的否定愿望或担忧(“愿他绝不要立你为……”)。
  3. §1.428κεδνὰ ἰδυῖα — 分词 ἰδυῖα(εἰδώς 的阴性单数)带中性复数宾格形容词 κεδνά 作为宾语,字面意为“知晓贤明/忠诚之事”,以此形容“忠心耿耿的”或“明理的”性格特征。
  4. §1.433χόλον ... γυναικός — 属格 γυναικός(妻子的)是限定动词性名词 χόλος 的主格性属格,意指“(正妻)所会产生的怒火”。

引用这一段

荷马, 奥德赛 §1.370-1.444. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:1.370-1.444

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。