Humanitext Reader

ホメロス · オデュッセイア §1.297-1.369

アテネの去来とテレマコスの権威の主張

5 / 173 箇所 · ギリシア語

要旨

アテネはテレマコスを励まして鳥のように飛び去り、テレマコスは神の介入を確信する。求婚者たちの宴席に母ペネロペイアが現れて哀歌を止めるよう頼むが、テレマコスは毅然と母を自室に戻し、求婚者たちに対しても威厳ある態度で静粛に楽しむよう言い放つ。

§1.297νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.
子供のような振る舞いを身に帯びる必要はない、お前はもうそのような年齢ではないのだから。
§1.298ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης §1.299πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα, §1.300Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;
あるいは、高貴なオレステスがどれほどの誉れを得たかを聞いていないのか、全人類において、彼が父殺しの犯人を殺したときに、策謀に満ちたアイギストスを、彼の名高き父を殺した者を。
§1.301καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε, §1.302ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
お前もまた、友よ――私はお前が極めて美しく逞しいのを見ているが―― 勇敢であれ、後世の者たちもまたお前を称えるように。
§1.303αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη §1.304ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες·
しかし、私は今や速い船へと下りていこう、そして仲間たちのもとへ。 彼らは待つことにひどく苛立っているに違いない。
§1.305σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.
お前自身、よく心がけ、私の言葉を心に留めるがよい。
§1.306τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
」それに対して、賢明なテレマコスが答えた。
§1.307ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις, §1.308ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.
「客よ、まことにあなたは好意を抱いてこれらのことを語ってくださる、父親がその子に対するように。 私は決してそれらを忘れません。
§1.309ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο, §1.310ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ, §1.311δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,
しかし、さあ今はとどまってください、旅を急いでいらっしゃるにしても、湯を浴び、自らの心を喜ばせたのちに、贈り物を携えて、心に喜びながら船へと向かわれるように。
§1.312τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται
大切で、極めて美しい、あなたにとって家宝となるものを、私からのものを。
§1.313ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.
親しい異邦の客たちが客たちに贈るようなものを。
§1.314τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
」彼に対して、輝く瞳の女神アテネが答えた。
§1.315μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.
「今はこれ以上私を引き留めないでおくれ、旅を熱望しているのだから。
§1.316δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ, §1.317αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,
お前の優しい心が私に与えたいと思う贈り物は、私が再び立ち寄るときに与えておくれ、家に持ち帰るために。
§1.318καὶ μάλα καλὸν ἑλών·
十分に美しいものを選んでおくれ。
σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.
それはお前にふさわしいお返しをもたらくだろう。
§1.319ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
」このように語って、輝く瞳のアテネは去っていった。
§1.320ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο·
鳥のように、煙出しの穴から飛び去った。
τῷ δʼ ἐνὶ θυμῷ §1.321θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς
そして彼の心に、力と勇気を授け、彼の父のことを思い出させた、以前よりもさらに強く。
§1.322μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας
彼は自らの心でそれを察して、心の中で驚愕した。
§1.323θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.
神ではないかと思ったからである。
§1.324αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
そして直ちに、神のような男は求婚者たちのところへ向かった。
§1.325τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ §1.326ἥατʼ ἀκούοντες·
彼らのために、名高い歌い手が歌っており、彼らは静寂のうちに座って聴き入っていた。
ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε §1.327λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
歌い手はアカイア人たちの帰還を歌っていた、哀しい帰還を、パラス・アテネがトロイアから彼らに課した帰還を。
§1.328τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν §1.329κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·
上階から、彼の神聖な歌を心に留めたのは、イカリオスの娘、賢明なペネロペイアであった。
§1.330κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο, §1.331οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
彼女は自らの館の高い階段を下りていった、一人ではなく、二人の侍女も彼女に伴っていた。
§1.332ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, §1.333στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, §1.334ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
女性たちの中で気高い彼女が、求婚者たちのもとに至ると、頑丈に造られた屋根を支える柱の脇に立ち、両頬の前に、輝くベールをかざした。
§1.335ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
そして忠実な侍女が彼女の左右にそれぞれ立った。
§1.336δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·
彼女は涙を流しながら、神聖な歌い手に語りかけた。
§1.337Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας, §1.338ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
「フェミオスよ、あなたは人間を魅了する他の多くの歌を知っています、男たちや神々の偉業であり、歌い手たちが称えるものを。
§1.339τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ §1.340οἶνον πινόντων·
それらのうちの一つを、彼らのそばに座って歌っておくれ、彼らが静かにワインを飲んでいる間に。
ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς
しかし、この哀しい歌はやめておくれ。
§1.341λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ §1.342τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
これは常に私の胸の中で愛する心を痛めつけるのだ、忘れがたい悲しみが誰よりも私に襲いかかったのだから。
§1.343τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί, §1.344ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
そのような人を私は常に思い出し、慕っているのです、その名声がヘラス全体とアルゴスの中央にまで広く轟いている夫を。
§1.345τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
」それに対して、賢明なテレマコスが答えた。
§1.346μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν §1.347τέρπειν ὅππῃ οἱ νόος ὄρνυται;
「母上、どうして心優しい歌い手が、その心の赴くままに私たちを楽しませるのを拒まれるのですか。
οὔ νύ τʼ ἀοιδοὶ §1.348αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν §1.349ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.
歌い手たちが悪いのではなく、おそらくゼウスが悪いのです、彼こそが糧を得て生きる人間たちに、望むままに、各人に分け与えるのですから。
§1.350τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·
この人がダナオス人たちの不幸な運命を歌うのも、非難されるべきことではありません。
§1.351τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι, §1.352ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
人々は、そのような歌をよりいっそう称えるものです、聴く者にとって最も新しいものとして響く歌を。
§1.353σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·
あなたの心と魂も、それを聴くことに耐えてください。
§1.354οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
オデュッセウスだけが帰還の日を失ったのではありません、トロイアで。
§1.355ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.
他にも多くの男たちが命を落としたのです。
§1.356ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε, §1.357ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε §1.358ἔργον ἐποίχεσθαι·
だから部屋に戻り、あなた自身の仕事を司りなさい、織機や紡ぎ錘を。 そして侍女たちに命じて仕事に励ませなさい。
μῦθος δʼ ἄνδρεσσι μελήσει §1.359πᾶσι, μάλιστα δʼ ἐμοί·
言葉は男たちの仕事です、すべての人々、とりわけ私の。
τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
この家における権能は私にあるのですから。
§1.360ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
」彼女は驚きながら、再び自らの部屋へと戻っていった。
§1.361παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
息子の賢明な言葉を心に留めたからである。
§1.362ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ §1.363κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον §1.364ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
侍女たちとともに上階に上がると、彼女は愛する夫オデュッセウスを想って涙を流した、輝く瞳のアテネが彼女のまぶたに心地よい眠りをもたらすまで。
§1.365μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα, §1.366πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
一方、求婚者たちは影深い館の中で騒ぎ立て、みな彼女のベッドの傍らで添い寝することを切望した。
§1.367τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
彼らに対して、賢明なテレマコスが言葉を語り始めた。
§1.368μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες, §1.369νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς
「私の母の求婚者たちよ、言語道断な傲慢さを持つ者たちよ、今は宴会をして楽しもうではないか、大声で騒ぎ立てることなく、

語釈・文法注

  1. §1.297νηπιάας ὀχέειν — 不定詞 ὀχέειν は、前行の非人称表現 οὐδέ τί σε χρή(お前には〜する必要はない)に依存している。νηπιάας は「子供っぽさ」を意味する女性複数対格で、ὀχέειν(運ぶ、保つ)の直接目的語。「子供の振る舞いを身に帯びる」という比喩的な表現である。
  2. §1.315λιλαιόμενόν περ ὁδοῖο — ὁδοῖο は「旅」を意味する単数属格(ホメロス詩特有の語尾 -οιο)で、欲求を表す動詞 λιλαιομαι(熱望する)の補語として機能する属格である。
  3. §1.320ἀνόπαια — この副詞は、煙突や屋根の通気口を意味する ὀπή に由来し、「煙出しの穴を通って上空へ」または「見えざる形で」などの解釈があるが、アテネが去る際の神秘的な上昇運動を修飾している。
  4. §1.340πινόντων — ホメロス詩に見られる三人称複数命令形で、οἱ δέ(彼ら=求婚者たち)を主語とする。「彼らはワインを飲むがよい」という許容または放任の意味を表す。

この箇所を引用する

ホメロス, オデュッセイア §1.297-1.369. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:1.297-1.369

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。