§1.297νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.
去过孩子般的生活,因为你已不再是那个年纪。
§1.298ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης §1.299πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα, §1.300Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;
难道你没有听说,高贵的俄瑞斯忒斯赢得了怎样的声誉在所有人中间,当他杀死了杀父仇人、诡计多端的埃癸斯托斯,那个杀害他赫赫有名的父亲的人?
§1.301καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε, §1.302ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
而你,我的朋友——因为我确实看到你长得既俊美又高大—— 也要勇敢,好让后世子孙也称赞你。
§1.303αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη §1.304ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες·
” “但我现在要回到我那轻捷的船上,回到我的同伴身边,他们此刻肯定极其焦急地等待着我。
§1.305σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.
至于你,要自己当心,记住我的话。
§1.306τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §1.307ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις, §1.308ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.
” 贤明的特勒马科斯向她回答道: “客人,您确实怀着善意说出这些话,如同父亲对儿子一般,我永远不会忘记这些话。
§1.309ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο, §1.310ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ, §1.311δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ, §1.312τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται §1.313ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.
但请稍作停留,尽管您急于赶路,好在沐浴并使您的心情愉悦之后,带着礼物,满心欢喜地走向您的船,那是一件极其美丽而珍贵的宝物,将成为您的留念,这是我送您的,就像亲密的异乡客之间互赠的那样。
§1.314τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· §1.315μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.
” 女神、闪亮眼眸的雅典娜接着回答他: “现在不要再留我了,因为我正急于赶路。
§1.316δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ, §1.317αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι, §1.318καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.
至于你那善良的心灵想要送给我的任何礼物,且等我归来时再送给我,以便带回家去,选一件极其精美的礼物;它必会给你带来丰厚的回报。
” 闪亮眼眸的雅典娜说完便离去了,像一只鸟一样从烟道飞走。
而在特勒马科斯的心中她注入了力量与勇气,比以往任何时候更深地唤起了他对自己父亲的思念。
ὁ δὲ φρεσὶν ᾗσι νοήσας §1.323θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.
他在心中觉察到了这一切,灵魂深处无比惊异,因为他意识到这是一位神明。
§1.324αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
随后,这位神仙般的人立即走向了求婚者们。
§1.325τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ §1.326ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε §1.327λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
这位名扬四海的歌手正为他们弹唱,而他们正静静地坐着聆听;他唱的是阿开亚人从特洛伊回归的悲惨历程,这是帕拉斯·雅典娜强加给他们的。
而在楼上的闺房里,将这神圣歌声牢记心间的,是伊卡里奥斯的女儿、聪慧的佩涅洛佩。
她从自家宫殿的高高阶梯上走下来,并非独自一人,还有两位侍女陪伴在她的身旁。
§1.332ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, §1.333στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, §1.334ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα· §1.335ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
当这位女子中高贵的妇人来到求婚者面前时,她站在那栋精美筑成的屋顶支柱旁,用轻柔亮丽的面纱遮住自己的面庞;忠实的侍女分别站立在她的两侧。
§1.336δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν· §1.337Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας, §1.338ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί· §1.339τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ §1.340οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς §1.341λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ §1.342τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
随后,她流着眼泪对神圣的歌手说: “费米奥斯,你还知道许多其他能迷住凡人的歌曲,关于凡人与神明的功绩,那是歌手们传颂的主题;你就坐在他们身边唱其中一首吧,让他们在静静地饮酒时听着;但请停止这悲哀的歌声,它总是折磨着我胸膛里挚爱的心灵,因为无法忘怀的哀伤比任何人更深地笼罩了我。
§1.343τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί, §1.344ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
我是如此想念那样一个人,时刻铭记在心,他的名声传遍了整个希腊和阿耳戈斯的中心。
§1.345τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §1.346μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν §1.347τέρπειν ὅππῃ οἱ νόος ὄρνυται;
” 贤明的特勒马科斯向她回答道: “我的母亲,为什么你非要阻止这位和善的歌手按照他心中激发的灵感来取悦我们呢?
οὔ νύ τʼ ἀοιδοὶ §1.348αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν §1.349ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.
歌手们并不是罪魁祸首,相反,或许宙斯才是,他将命运分配给吃面包的凡人,按照自己的心愿,分给每一个人。
§1.350τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν· §1.351τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι, §1.352ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
对他来说,歌唱达那奥斯人的悲惨命运并没有过错;因为人们总是更赞美那首对听众来说最新颖、最新近传来的歌。
§1.353σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν· §1.354οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ §1.355ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.
让你的心灵与魂魄容忍这歌声吧;因为不仅仅是奥德修斯在特洛伊失去了他的回归之日,还有许多其他的男子也丧生在那里。
§1.356ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε, §1.357ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε §1.358ἔργον ἐποίχεσθαι·
因此,回到你的居室去,照管你自己的女红,织机和纺锤,并命令你的侍女们去照料她们的工作。
μῦθος δʼ ἄνδρεσσι μελήσει §1.359πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
言语则是男人们的事,是所有男人的事,尤其是我;因为在这座宅邸中,我是主事人。
” 她充满惊异地退回到自己的居室中;因为她将儿子这番贤明的话牢记在了心间。
§1.362ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ §1.363κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον §1.364ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
在同侍女们一起上到二楼居室后,她为自己挚爱的丈夫奥德修斯落泪,直到闪亮眼眸的雅典娜将甜美的睡眠洒在她的眼睑上。
然而求婚者们在阴暗的殿堂里喧嚣起来,所有人都祈求能够躺卧在她的身旁。