Humanitext Reader

ホメロス · オデュッセイア §1.225-1.296

アテネによる父探索の勧めと行動指針

4 / 173 箇所 · ギリシア語

要旨

アテネはテレマコスに対して求婚者たちの傲慢さを激しく非難し、父オデュッセウスの消息を求めてピュロスとスパルタへ旅立つよう勧める。さらに、旅の結果に応じた母の再婚手続きや求婚者たちへの復讐といった、今後の具体的な行動指針を授ける。

§1.225τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο;
「これは何の宴会、何の集まりなのですか。
τίπτε δέ σε χρεώ;
あなたには何の必要があるのですか。
§1.226εἰλαπίνη ἠὲ γάμος;
祝いの宴ですか、それとも婚礼ですか。
ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν·
これは会費制の宴会ではないのですから。
§1.227ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι §1.228δαίνυσθαι κατὰ δῶμα.
彼らは極めて傲慢に振る舞いながら、私には思われます、この館で宴会をしているように。
νεμεσσήσαιτό κεν ἀνὴρ §1.229αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.
腹を立てるでしょう、ある男なら、これほど多くの醜行を目にすれば、分別のある者がここを訪れたなら。
§1.230τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
」それに対して、賢明なテレマコスが答えた。
§1.231ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς, §1.232μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων §1.233ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
「客よ、あなたがこれらのことを私に尋ね、詮索なさるのですから、かつてはこの家は裕福で申し分のないものであったはずでした、あの人がまだ国にいた間は。
§1.234νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες, §1.235οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων §1.236ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην, §1.237εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ, §1.238ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
しかし今や、禍いを企てる神々が異なったことを望まれ、あの人を、すべての人々の中で最も見えぬ者とされました、たとえ彼が死んだとしても、私はこれほど悲しみはしなかったでしょうに、もし彼が自分の仲間たちの間で、トロイア人の国で倒れたか、あるいは戦いを成し遂げた後、親しい者たちの腕の中で死んだのであったなら。
§1.239τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί, §1.240ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.
そうであれば、全アカイア人が彼のために墓を築いたでしょうし、息子のためにも後々まで大きな名声を勝ち得たでしょうに。
§1.241νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·
しかし今や、ハルピュイアが不名誉にも彼を連れ去ってしまいました。
§1.242οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε §1.243κάλλιπεν.
彼は消息も知れず消え去り、私には苦痛と嘆きだけを残しました。
οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
しかも私は、あの人を悼んで嘆くだけではありません、ただ一人を。
§1.244οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.
神々が今や私に他の不吉な苦しみをもたらされたのですから。
§1.245ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, §1.246Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, §1.247ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν, §1.248τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
というのも、島々を支配する有力な者たちが、ドゥリキオンやサメ、樹木の茂るザキュントス、そして険しいイタケを支配する者たちがみな、これほど多くの者が私の母に求婚し、家を食いつぶしているのです。
§1.249ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν §1.250ποιῆσαι δύναται·
そして母は、忌まわしい結婚を拒むこともできず、終わりにすることもできません。
τοὶ δὲ φθινύθουσιν ἔδοντες §1.251οἶκον ἐμόν·
彼らは食い尽くして私の家を衰えさせています。
τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
やがて彼らは私自身をも破滅させるでしょう。
§1.252τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·
」彼に対して、憤慨してパラス・アテネが語りかけた。
§1.253ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος §1.254δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
「ああ、なんということだ、遠く離れたオデュッセウスが本当に大いに必要なのだ、無恥な求婚者たちに手を下すために。
§1.255εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι §1.256σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, §1.257τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα §1.258οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε, §1.259ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο— §1.260ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
もしも今彼が帰ってきて、館の最前の門に兜と盾、そして二本の槍を携えて立つならば、私が最初に彼を見かけた時の、そのような姿で、私たちの家で、酒を飲み楽しんでいた時の、エピュレから、メルメロスの子イロスのもとから帰る途中の―― オデュッセウスは速い船に乗ってあそこへも行ったのです、人を殺す毒薬を求めて。
§1.261φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη §1.262ἰοὺς χρίεσθαι χαλκήρεας·
彼がそれを青銅をまとった矢に塗るために。
ἀλλʼ ὁ μὲν οὔ οἱ §1.263δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
しかしあのイロスは彼に与えませんでした、永遠にまします神々を畏れていたからです。
§1.264ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός·
しかし私の父が彼に与えました。
φιλέεσκε γὰρ αἰνῶς— §1.265τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· §1.266πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
彼を非常に愛していたからです―― そのような姿でオデュッセウスが求婚者たちにまみえるなら、彼らはみな、たちまち命を落とし、苦い婚礼を味わうことになるでしょう。
§1.267ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται, §1.268ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί, §1.269οἷσιν ἐνὶ μεγάροισι·
しかし、これらは実に神々の膝の上に置かれています、彼が帰還して復讐を遂げるか、あるいは遂げないかは、自らの館において。
σὲ δὲ φράζεσθαι ἄνωγα, §1.270ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
しかし私はお前に、よく考えるよう勧めます、どのようにして求婚者たちを館から追い出すべきかを。
§1.271εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·
さあ、今すぐ私の言葉を理解し、心に留めるがよい。
§1.272αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς §1.273μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.
明日、アカイアの英雄たちを集会に召集し、すべての人々に言葉を語り、神々を証人とせよ。
§1.274μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,
求婚者たちには、それぞれの場所へ散るよう命じるがよい。
§1.275μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, §1.276ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·
そして母は、もし結婚する意思があるのなら、大いなる力を持つ父親の館へと戻るがよい。
§1.277οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα §1.278πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
彼らが婚礼を準備し、婚礼の贈り物を整えるだろう、数多く、愛する娘に伴うべきふさわしいものを。
§1.279σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·
お前自身に対しては、もし従うなら、私は賢明な助言をしよう。
§1.280νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη, §1.281ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο, §1.282ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς §1.283ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
二十人の漕ぎ手を備えた、最も優れた船を準備し、久しく行方知れずの父親について尋ねに行くがよい、死すべき人間の誰かが語るか、あるいは噂を耳にするかもしれない、ゼウスから、それは人々に最も確かな情報をもたらすものである。
§1.284πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον, §1.285κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·
まずピュロスへ行き、高貴なネストルに尋ね、そこからスパルタへ、金髪のメネラオスのもとへ行くがよい。
§1.286ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
彼こそは、青銅の鎧をまとったアカイア人の中で最も遅く帰還したのだから。
§1.287εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς, §1.288ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·
もし父親が生きており、帰還することを聞くならば、苦しみながらであっても、もう一年は耐えるがよい。
§1.289εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος, §1.290νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν §1.291σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι §1.292πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
しかし、もし彼が亡くなり、もはや存在しないと聞くならば、愛する祖国の土地へと帰還した上で、彼の墓を築き、葬儀の贈り物を整えるがよい、数多く、ふさわしいものを執り行い、母を他の夫に嫁がせるがよい。
§1.293αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς, §1.294φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν §1.295ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι §1.296κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν·
そして、お前がこれらのことを成し遂げ、実行したなら、その時は心と魂の中でよくよく考えるがよい、どのようにお前の館の中で求婚者たちを策略によってか、あるいは公然と殺すべきかを。
οὐδέ τί σε χρὴ
お前はもはや…」

語釈・文法注

  1. 1.232μέλλεν — 「~することになっていた(が、実際にはそうでなかった)」という過去における意図、必然性、あるいは未遂の事実を示す未完了過去形。不定詞 `ἔμμεναι` を伴い、オデュッセウスが不在となった今、かつての繁栄の計画が断たれたことを強調する。
  2. 1.254ὅ κε... ἐφείη — 関係代名詞 `ὅς` に助辞 `κε`(`ἄν`)と希求法が伴う関係節。主節の否定表現 `δεύῃ`(お前は~を欠いている)を受けて、未来における目的、あるいは仮定的帰結「~するであろうような(オデュッセウス)」を表す。
  3. 1.265-266ὁμιλήσειεν... γενοίατο — 265行の `ὁμιλήσειεν` は `ἄν` を伴わない希求法で、実現不可能な、あるいは熱烈な願望(「~と交わってくれたなら!」)を表す。これに対して266行の `γενοίατο` は `κε` を伴う希求法(イオン方言形、三人称複数)で、その願望が実現した場合の仮定的帰結(「~となるであろうに」)を表す、条件文の構造をなしている。
  4. 1.277οἱ δὲ — この三人称代名詞は、文脈上ペネロペイアの父親(イカリオス)とその親族、あるいは求婚者たちのいずれをも指し得る。ここでは直前の276行の「父親の館」を受けて、ペネロペイアの親族(父親や親族たち)が婚礼の準備を取り仕切るという解釈を採用し、それに合わせた訳語を選択している。

この箇所を引用する

ホメロス, オデュッセイア §1.225-1.296. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:1.225-1.296

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。