Humanitext Reader

荷马 · 奥德赛 §1.225-1.296

雅典娜建议特勒马科斯寻父并授行动方略

第 4 段,共 173 段 · 希腊语

内容简介

雅典娜向特勒马科斯严厉谴责了求婚者们的傲慢无礼,并建议他前往皮洛斯和斯巴达探寻父亲奥德修斯的音讯。她还为他提供了此后行动的具体指南,包括在确认父亲死讯后安排母亲改嫁以及计划复仇。

§1.225τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο;
“这是何种宴席,这又是何等的人群?
τίπτε δέ σε χρεώ;
你有什么需要呢?
§1.226εἰλαπίνη ἠὲ γάμος;
是祝宴还是婚礼?
ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν·
因为这绝非大家凑份子的宴席。
§1.227ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι §1.228δαίνυσθαι κατὰ δῶμα.
因为在我看来,他们是如此极其傲慢地在殿堂中宴饮。
νεμεσσήσαιτό κεν ἀνὴρ §1.229αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.
任何正直的男子都会感到愤慨,若是亲眼目睹这许多丑行,只要他是个明白事理而来到这里的人。
§1.230τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §1.231ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς, §1.232μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων §1.233ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
” 贤明的特勒马科斯向她回答道: “客人,既然您向我盘问并追究这些事情,这栋房屋曾经注定是富庶而完美的,只要那个人还留在家邦之中。
§1.234νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες, §1.235οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων §1.236ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην, §1.237εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ, §1.238ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
但如今策划着祸害的神明改变了心意,他们使他消逝得无影无踪,超过了世上所有的人们;即使他真的死了,我也不会这般悲伤,如果他是在特洛伊人的土地上,在自己的战友中倒下,或者在完成了战争之后,死在亲友的怀抱之中。
§1.239τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί, §1.240ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.
那样的话,全阿开亚人会为他修筑起坟塚,而他日后也会给自己的儿子赢得巨大的名望。
§1.241νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο· §1.242οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε §1.243κάλλιπεν.
但如今,哈耳庇厄们已极其无情地将他劫走,他去得无影无踪、音讯皆无,只给我留下了痛苦和哭泣。
οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω §1.244οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.
而且我并不只是为了哀悼他而叹息,单单他一人;因为神明如今已给我制造了其他邪恶的痛苦。
§1.245ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, §1.246Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, §1.247ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν, §1.248τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
因为凡是在群岛中称雄的豪杰,无论是在杜利基翁、萨墨还是在郁郁葱葱的扎昆索斯,以及在多石的伊萨卡称霸的所有头领,这么多人都在向我的母亲求婚,并耗尽我的家产。
§1.249ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν §1.250ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες §1.251οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
而她既不能拒绝这可憎的婚事,也无法做出个了结;他们吃喝着,败坏了我的家,不日他们甚至连我本人也要毁灭。
§1.252τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη· §1.253ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
” 帕拉斯·雅典娜满怀愤恨地对他说: “阿,可叹!
§1.254δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
你真是太需要那远行在外的奥德修斯了,好叫他对那些无耻的求婚者们痛下杀手。
§1.255εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι §1.256σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, §1.257τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα §1.258οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε, §1.259ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο— §1.260ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς §1.261φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη §1.262ἰοὺς χρίεσθαι χαλκήρεας·
如果他现在回来,站在宫殿的最前门,戴着头盔、拿着盾牌和两支长枪站立,就像我最初见到他时的那般模样,在我们的屋里,畅饮而自得其乐,从伊洛斯——梅尔梅罗斯之子那里,从埃菲拉返回—— 因为奥德修斯当年也是乘着轻捷的飞船去往那里的,寻找致人死地的毒药,好让他涂抹在包铜的箭头上。
ἀλλʼ ὁ μὲν οὔ οἱ §1.263δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας, §1.264ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς— §1.265τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· §1.266πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
然而那人并不肯给予他,因为他敬畏那永恒存在的神明,但我的父亲却给了他,因为他极其爱他—— 若是奥德修斯能以这般姿态与求婚者们相见,他们便都会沦为短命之辈,落得个苦涩的婚礼。
§1.267ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται, §1.268ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί, §1.269οἷσιν ἐνὶ μεγάροισι·
不过,这些事情终究是安放在神明的膝头上,无论他是回来复仇,还是不回来,在自家的殿堂里。
σὲ δὲ φράζεσθαι ἄνωγα, §1.270ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
但我嘱咐你要仔细思索,要如何将这些求婚者赶出宫殿。
§1.271εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων· §1.272αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς §1.273μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.
来吧,现在就倾听并牢记我的言语:明日将阿开亚的英雄们召集到广场上,对所有人陈述你的话,并让神明作见证。
§1.274μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι, §1.275μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, §1.276ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο· §1.277οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα §1.278πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
命令这些求婚者们各自散去,至于你的母亲,如果她的心意急于成婚,就让她回到她那权势强大的父亲的府邸;他们自然会操办婚事,并备办嫁妆,极为丰厚,正如应该伴随一个爱女的那样。
§1.279σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι· §1.280νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη, §1.281ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο, §1.282ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς §1.283ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
而对你自己,如果你肯听从,我将给你一个明智的建议:装备起一艘配备二十名桨手的最好的船,去探询久已离去的父亲的音讯,或许有哪个凡人能告诉你,又或许你能听到传自宙斯的声息,那常常最能给人们带来确切的消息。
§1.284πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον, §1.285κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον· §1.286ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
首先去往皮洛斯,向高贵的涅斯托尔打听,从那里再去往斯巴达,找那金发的梅涅劳斯;因为在身着铜甲的阿开亚人中,他是最后归来的那一个。
§1.287εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς, §1.288ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν· §1.289εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος, §1.290νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν §1.291σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι §1.292πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
如果你打听到父亲还活着,且正在返回,那么即便饱受煎熬,你也还可以再忍耐一年;但如果你打听到他已去世,不再人世,便返回到心爱的祖国土地上,为他堆起坟塜,并备办葬礼的祭品,极为丰厚,正如理所应当的那样,并且把母亲嫁给一个男子。
§1.293αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς, §1.294φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν §1.295ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι §1.296κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν·
而一旦你完成了并做好了这些事情,此后你便要在心中和魂魄里仔细思量,要如何在你自家的殿堂里将求婚者们或是用妙计或是公开地杀死。
οὐδέ τί σε χρὴ
你不应该再……”

词汇与语法注释

  1. 1.232μέλλεν — 未完成过去时,表示过去的心意、必然性或未实现的命运(“本注定是……”)。与不定词 `ἔμμεναι` 连用,强调由于奥德修斯的缺席,过去该家族繁荣的规划已被阻断。
  2. 1.254ὅ κε... ἐφείη — 关系代词 `ὅς` 伴随助词 `κε` (`ἄν`) 和希求法的关系从句。承接主句的否定概念 `δεύῃ`(“你缺少”),表示未来的目的或假设性的结果(“能够动手解决……的那种人”)。
  3. 1.265-266ὁμιλήσειεν... γενοίατο — 第265行的 `ὁμιλήσειεν` 是不带 `ἄν` 的希求法,表示无法实现或强烈的愿望(“愿他能够相见!”)。与之相对,第266行的 `γενοίατο` 是带 `κε` 的希求法(伊奥尼亚方言,第三人称复数),表示该愿望实现时的假设性结果(“他们便都会……”),共同构成条件句结构。
  4. 1.277οἱ δὲ — 此第三人称代词在上下文中既可指佩涅洛佩的父亲(伊卡里奥斯)及其亲族,也可指求婚者们。这里承接前一行(第276行)的“父亲的府邸”(`πατρὸς μέγα δυναμένοιο`),采用了由佩涅洛佩的亲族(父亲和兄弟等)主持婚礼筹备的解释,并做出了相应的翻译。

引用这一段

荷马, 奥德赛 §1.225-1.296. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:1.225-1.296

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。