Humanitext Reader

ホメロス · イリアス §9.500-9.571

祈りの女神たちとメレアグロスの物語

80 / 226 箇所 · ギリシア語

要旨

ポイニクスはアキレウスに対し、神々や英雄たちも祈りや贈り物によって怒りを和らげるものであると説き、その例としてカリュドーンの猪退治とメレアグロスの神話を語り始める。

§9.500λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι §9.501λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.
人々は、酒の施しや獣脂の香気によって彼らをなだめるのだ、祈り求めながら、誰かが踏み外し、過ちを犯したときには。
§9.502καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο §9.503χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ, §9.504αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι.
というのも、祈りは偉大なゼウスの娘たちだからだ、足は不自由で、皺だらけ、目は斜めを向いており、破滅の後ろを、気遣いながらついて歩んでいく。
§9.505ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας
だが、破滅は力強く、足も確かである。
§9.506πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν §9.507βλάπτουσʼ ἀνθρώπους·
それゆえ、すべてをはるかに追い越し、全大地に先んじて至り、人々を損なう。
αἳ δʼ ἐξακέονται ὀπίσσω.
そして、彼女たちは後からそれを癒やすのだ。
§9.508ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας, §9.509τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο·
ゼウスの娘たちが近づいてくるのを敬う者、その者を彼女たちは大いに益し、その者が祈るのを聞き入れる。
§9.510ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ, §9.511λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι §9.512τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.
だが、拒み、頑なに断る者があれば、彼女たちはクロノスの子ゼウスのもとへ行き、願い求める、彼の後に破滅がつき従い、彼が損なわれて罰を支払うようにと。
§9.513ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι
だからアキレウスよ、君もゼウスの娘たちに伴うべき敬意を認めなさい。
§9.514τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.
それは他の優れた者たちの心をも和らげるものなのだ。
§9.515εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι §9.516Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,
もし、贈り物をもたらさず、将来のものを約束もしないなら、アトレイデスが。
§9.517οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην
ただ、絶えず激しく怒り続けているなら、私は君に、怒りを投げ捨てて、アルゲイオス人たちを救うようには勧めないだろう。
§9.518Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·
彼らがどれほど切に求めていようとも。
§9.519νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη,
だが今は、彼は直ちに多くのものを与え、将来さらに与えることを約束した。
§9.520ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους §9.521κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ
そして、懇願するために、最も優れた者たちを送り出した、アカイアの民の中から選び抜いて。
§9.522φίλτατοι Ἀργείων·
彼らは君自身にとってもアルゲイオス人の中で最も愛する者たちだ。
τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς §9.523μηδὲ πόδας·
彼らの言葉を無にしてはならない、彼らの足をも。
πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
それ以前なら、君が怒るのも決して責められるべきことではなかったが。
§9.524οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν §9.525ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι· §9.526δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι.
このように、我々は昔の英雄たちの名声をも聞いて知っている、激しい怒りが誰かを襲ったとき、彼らもまた、贈り物によって和らぎ、言葉によって説得される者であったと。
§9.527μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε §9.528ὡς ἦν·
私はこの古い出来事を覚えている、決して新しいことではないが、どのようなものであったかを。
ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.
親しい友人である君たち全員に語ろう。
§9.529Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι §9.530ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον, §9.531Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς, §9.532Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.
クレーテス人と、戦いを好むアイトーリア人たちが、カリュドーンの街の周りで戦い、互いを殺し合っていた、アイトーリア人たちは美しいカリュドーンを防衛し、クレーテス人は軍神の助けを得て、それを徹底的に滅ぼそうと望んでいた。
§9.533καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε §9.534χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς
というのも、彼らに金色の玉座のアルテミスが災いを起こされたのだ、怒られたために。
§9.535Οἰνεὺς ῥέξʼ·
オイネウスが彼女に、実り豊かな果樹園の初物を捧げなかったからである。
ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας, §9.536οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.
他の神々は百頭の犠牲を食されたのに、偉大なゼウスの娘である彼女一人にだけ、彼は捧げ物をしなかった。
§9.537ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν·
彼は忘れたのか、気づかなかったのか。
ἀάσατο δὲ μέγα θυμῷ.
しかし、心の中で大きな過ちを犯したのだ。
§9.538ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα §9.539ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα, §9.540ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·
怒った彼女、矢を注ぐ気高き神は、白い牙を持つ、凶暴な野猪を放たれた、それはオイネウスの果樹園を荒らし回り、多くの災いをもたらした。
§9.541πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ §9.542αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.
その野猪は、多くの大きな木々を根こそぎ地上に倒し、根も、果樹の美しい花もろともなぎ倒した。
§9.543τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος §9.544πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας
それを、オイネウスの息子メレアグロスが仕留めた、多くの都市から猟師の男たちと犬たちを集めて。
§9.545καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·
少数の人間では、それを倒すことはできなかっただろう。
§9.546τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς.
それほどに巨大であった。 そして多くの者を辛い葬儀の薪へと送り込んだ。
§9.547ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν §9.548ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι, §9.549Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.
彼女は、その猪を巡って大きな騒乱と叫び声を起こさせた、猪の頭と毛深い皮を巡って、クレーテス人と、気高きアイトーリア人たちの間に。
§9.550ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε, §9.551τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο §9.552τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·
それゆえ、戦いを好むメレアグロスが戦っている間は、クレーテス人にとっては形勢が不利であり、彼らは多くいたにもかかわらず、城壁の外に留まることができなかった。
§9.553ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων §9.554οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων, §9.555ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ §9.556κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ
しかし、メレアグロスに怒りが入り込んだとき、それは他の非常に思慮深い者たちの胸の中をも膨らませるものであるが、まさに彼は、愛する母アルタイアに心の中で怒り、娶った妻、美しいクレオパトラの傍らに横たわっていた。
§9.557κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης
美しく細い足首を持つ、エウエノスの娘マルペッサと、イダスとの娘であった。
§9.558Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν §9.559τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον §9.560Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,
彼は、当時地上の人間の中で最も強力であり、王なる者に立ち向かって弓を引いたのだ、美しく細い足首の花嫁のために、フォいボス・アポロンの。
§9.561τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ §9.562Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς
その娘を、当時、館の中で父と高貴な母はアルキュオネーという別名で呼んでいた。
§9.563μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα §9.564κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·
なぜなら、かつて彼女の母親が、悲しみ深きカワセミの運命を共にして、遠矢射るフォイボス・アポロンが彼女をさらったときに、泣き叫んだからである。
§9.565τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων §9.566ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι
その彼女の傍らに、彼は横たわり、心を苛む怒りをじっとこらえていた、母親の呪いに怒り狂って。
§9.567πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο,
彼女は神々に兄弟の死を大いに嘆き、呪いをかけていた。
§9.568πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία §9.569κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν §9.570πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι, §9.571παιδὶ δόμεν θάνατον·
彼女は多くの実りをもたらす大地を両手で叩き、冥王と恐るべきペルセポネイアを呼び求めた、膝を屈して座り、その胸は涙で濡れていた、息子に死を与えてくれるようにと。
τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς
そして、闇を歩むエリーニュスが――

語釈・文法注

  1. 9.504ἀλέγουσι κιοῦσαι — 分詞 `κιοῦσαι`(行く、歩む)は、主動詞 `ἀλέγουσι`(気にかける、配慮する)に係り、全体として「気遣いながら[アテーの後を]歩んでいく」という意味になる。`ἀλέγω` は「気にかける」を意味するが、ここではアテー(破滅)が人々に与えた傷や苦痛を修復するために配慮しながら進む、擬人化された「祈り」の従順で控えめな態度を表している。
  2. 9.513Διὸς κούρῃσιν ἕπεσθαι / τιμήν — 不定詞 `ἕπεσθαι`(伴う、従う)は名詞 `τιμήν`(敬意、名誉)を修飾するか、あるいは動詞 `πόρε`(与えよ)にかかる補語的不定詞。ここでは「ゼウスの娘たちに伴う(従うべき)敬意」と解釈するのが自然である。関係代名詞 `ἥ`(514行)の先行詞は `τιμήν` であり、敬意が「他の優れた者たちの心をも和らげる(曲げる)」という主旨を表している。
  3. 9.565χόλον θυμαλγέα πέσσων — 「心を苛む怒りを消化する(こらえる)」という慣用表現。動詞 `πέσσω` は本来「消化する、成熟させる」という意味だが、感情(特に怒り)に対して使われる場合、それを外に爆発させずに「心の中に秘めてじっと耐える、消化して抑える」という意味になる。

この箇所を引用する

ホメロス, イリアス §9.500-9.571. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:9.500-9.571

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。