Humanitext Reader

ホメロス · イリアス §9.425-9.499

ポイニクスによる自身の過去の述懐と説得

79 / 226 箇所 · ギリシア語

要旨

アキレウスが使節団に帰郷の決意を示すなか、老ポイニクスが涙ながらに自身の生い立ちや亡命の過去、そしてアキレウスに対する父としての愛を語り、その頑なな怒りを和らげるよう必死に説得する。

§9.425νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη §9.426ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·
あの窪んだ船において、彼らにはこの計画は容易ではない、私が憤っている間に、彼らが今企てたものは。
§9.427Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω, §9.428ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται
だがポイニクスは、ここに我々のそばに留まって眠るがよい、明日、もし彼が望むなら、私の船で愛する祖国へと私に従うために。
§9.429αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.
だが、強いて彼を連れて行くつもりはない。
§9.430ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
彼がこう語ると、彼らは皆、沈黙のうちに静まり返った。
§9.431μῦθον ἀγασσάμενοι·
その言葉に驚嘆したのである。
μάλα γὰρ κρατερῶς ἀπέειπεν·
彼は極めて強く拒絶したからである。
§9.432ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ §9.433δάκρυʼ ἀναπρήσας·
やがてようやく、老戦車馭者ポイニクスが語りかけた、涙をあふれさせながら。
περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·
アカイア人の船をひどく心配していたからである。
§9.434εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ §9.435βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι §9.436πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ, §9.437πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην §9.438οἶος;
「もし君が心の中で帰郷を、輝かしいアキレウスよ、決めており、速い船から破滅的な火を防ぐことを全く望まないのなら、怒りが心に落ちたために、どうしてその後、私は君から離れて、愛する子よ、ここに残されることができようか、一人で?
σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς §9.439ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε §9.440νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο §9.441οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.
君のもとへ私を送ったのは、老いた戦車馭者ペレウスだった、君をプティアからアガメムノンのもとへ送ったあの日に、君がまだ、誰にでも平等に災いをもたらす戦いをも、人々が傑出するようになる議会をも知らない幼子であったときに。
§9.442τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα, §9.443μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.
それゆえに彼は私を送り出した、これらすべてを教えるために、言葉の語り手となり、また行いの実行者となるようにと。
§9.444ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι
だから、愛する子よ、私は君から離れて残されることを望まないだろう。
§9.445λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς §9.446γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα, §9.447οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα §9.448φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,
たとえ神自身が私に約束してくださるとしても、老いをそぎ落として、若い、青春に満ちた者にしてやろうと、私が最初に、美しい女たちのいるヘラスを去ったときのように、父アミュントール(オルメノスの子)との争いを逃れて。
§9.449ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο, §9.450τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν §9.451μητέρʼ ἐμήν·
父は、美しい髪の側室のことで私に激しく怒ったのだ、自らは彼女を愛し、その妻であり私の母である人を軽んじていた。
ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων §9.452παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.
母は絶えず私の膝にすがりついて、側室と先に交わるよう懇願した、彼女が老人を嫌うようになるために。
§9.453τῇ πιθόμην καὶ ἔρεξα·
私は彼女に従ってそうした。
πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς §9.454πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς, §9.455μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν §9.456ἐξ ἐμέθεν γεγαῶτα·
すると私の父はすぐに気づき、多くを呪い、恐るべきエリーニュスたちを呼び求めた、私の生まれから出る愛する息子を、決して自らの膝の上に抱くことのないようにと。
θεοὶ δʼ ἐτέλειον ἐπαρὰς §9.457Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.
そして神々はその呪いを成就された、地下のゼウスと、畏るべきペルセポネイアが。
§9.462ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς §9.463πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.
そこで、私の心はもはや、怒る父の館の中で留まることを全く引き止めようとはしなかった。
§9.464ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες §9.465αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,
実に多くの親族や従兄弟たちが周囲にいて、私に懇願し、館に留め置いた。
§9.466πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς §9.467ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ §9.468εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο, §9.469πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.
彼らは多くの肥えた羊や、歩みののろい、曲がった角の牛を屠り、多くの脂ののった、豊かな豚がヘパイストスの炎に炙られて引き伸ばされ、その老人の甕から、多くの酒が飲まれた。
§9.470εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·
九晩にわたって、彼らは私の周囲で夜を明かした。
§9.471οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη
彼らは交替で番をしていた。
§9.472πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς, §9.473ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.
火は決して消えることがなく、一つは頑丈に囲まれた中庭の回廊の下で、他方は前庭、寝室の扉の前で燃えていた。
§9.474ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή, §9.475καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας §9.476ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς §9.477ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.
だが、第十の暗い夜が私に訪れたとき、まさにそのとき私は、寝室の固く閉ざされた扉を打ち破って外に出、中庭の垣根を軽々と飛び越えた、番人たちや女の召使いたちから隠れて。
§9.478φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο, §9.479Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων §9.480ἐς Πηλῆα ἄναχθʼ·
その後、広々としたヘラスを通って遠くへ逃れ、プティア、羊をはぐくむ豊かな土地へと至り、王ペレウスのもとに着いた。
ὃ δέ με πρόφρων ὑπέδεκτο, §9.481καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ §9.482μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,
彼は私を快く迎え入れ、私を愛してくれた、あたかも父親が、多くの財産を持つ晩年に生まれた一人息子を愛するように。
§9.483καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·
そして私を富ませ、多くの民を私に与えてくれた。
§9.484ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.
私はプティアの辺境に住み、ドロペス人を支配した。
§9.485καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, §9.486ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ
そして私は、神に等しいアキレウスよ、君をこのように育て上げた、心から君を愛しつつ。
§9.487οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι, §9.488πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας §9.489ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.
なぜなら君は、他の誰とも宴に行こうとせず、館で食事をしようとしなかったからだ、私が君を私の膝の上に座らせて、肉を切り分けて満ち足らせ、ワインを飲ませるまでは。
§9.490πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα §9.491οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.
君は何度も私の胸の衣を濡らした、辛い幼少の時に、ワインを吐き出して。
§9.492ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, §9.493τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον §9.494ἐξ ἐμεῦ·
このように私は君のために非常に多くの辛苦を経験し、多くの労苦に耐えた。
ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ §9.495ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.
神々が私から子供を授けてくださらなかったのを思い、神に等しいアキレウスよ、いつか君が私から無残な破滅を防いでくれるようにと、君をわが子としたのだ。
§9.496ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν·
だがアキレウスよ、その偉大な怒りを和らげよ。
οὐδέ τί σε χρὴ §9.497νηλεὲς ἦτορ ἔχειν·
君が情け容赦のない心を持つべきではない。
στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, §9.498τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.
神々自身でさえも、心が和らぐものなのだ、彼らの方が徳においても、誉れにおいても、力においても勝っているというのに。
§9.499καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι
人々は彼らを、犠牲や優しい祈り、

語釈・文法注

  1. 9.426ἐμεῦ ἀπομηνίσαντος — 現在分詞 ἀπομηνίσαντος と属格の代名詞 ἐμεῦ による属格独立構文で、「私が怒りを抱いて退いている間に」の意。
  2. 9.434εἰ μὲν δὴ νόστόν γε... βάλλεαι... πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο... λιποίμην — 直説法現在(条件節)に対して帰結節(§9.437)で ἄν と希求法(λιποίμην)が使われており、「どうして(そんなことがあり得よう、いやあり得ない)」という不可能や強い拒絶の感情を示す修辞疑問文。
  3. 9.444ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο... οὐκ ἐθέλοιμι λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς — 帰結節の ὡς ... οὐκ ἐθέλοιμι λείπεσθʼ (ἄν+希求法による「私は決して望まないだろう」という強い意志の表現)に対し、条件節 οὐδʼ εἴ κέν ... ὑποσταίη (εἰ κεν+希求法)が続き、「たとえ神自身が私に約束するとしても、私は〜しないだろう」という強い確信を伴う仮定を表す。
  4. 9.455μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν — 動詞 κατηρᾶτο (§9.454, 呪った)に導かれる間接命令、あるいは結果・目的の不定詞句であり、μή はそれを否定している。
  5. 9.493τὰ φρονέων — 分詞 φρονέων の目的語(または内容)として ὅτι 相当の ὅ 節(ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον)を取り、「〜ということを思いながら/念頭に置きながら」の意。

この箇所を引用する

ホメロス, イリアス §9.425-9.499. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:9.425-9.499

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。