Humanitext Reader

ホメロス · イリアス §6.403-6.465

アンドロマケの嘆願とヘクトルの悲痛な決意

56 / 226 箇所 · ギリシア語

要旨

門の近くでヘクトルは妻のアンドロマケと幼い息子に出会う。アンドロマケは夫に戦場へ行かず留まるよう懇願し、ヘクトルは自らの義務とトロイアの運命、そして妻が奴隷となる将来の苦難を予見しつつ悲痛な決意を語る。

§6.403Ἀστυάνακτʼ·
アステュアナクスと[呼んだ]。
οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
ヘクトルだけが独りでイリオスを守っていたからである。
§6.404ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·
さて、彼は子供を見て黙って微笑んだ。
§6.405Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα, §6.406ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
しかしアンドロマケは、涙を流しながら彼のそばに立ち、彼のてをしっかりと握り締め、言葉をかけ、名を呼んで言った。
§6.407δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις
「あなた、その気迫があなたを滅ぼすでしょう。
§6.408παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρη
あなたは哀れみもしないのですか、幼い子供と、不運な私を。
§6.409σεῦ ἔσομαι·
私はまもなくあなたを失って未亡人となるでしょう。
τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ §6.410πάντες ἐφορμηθέντες·
アカイア人たちが全員で襲いかかり、あなたを討ち倒すでしょうから。
ἐμοὶ δέ κε κέρδιον εἴη §6.411σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι·
あなたを失うくらいなら、大地の下に沈む方が私にはましです。
οὐ γὰρ ἔτʼ ἄλλη §6.412ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς §6.413ἀλλʼ ἄχεʼ·
私にはもう他に慰めはないでしょう、あなたが運命を迎えてしまえば、あるのは苦痛ばかりです。
οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.
私には父も尊き母もいません。
§6.414ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς, §6.415ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν §6.416Θήβην ὑψίπυλον·
というのも、私の父は気高きアキレウスに殺され、キリキア人の住み心地のよい、高き門をもつテベの都は攻め落とされました。
κατὰ δʼ ἔκτανεν Ἠετίωνα,
彼はエーティオンを討ち取りましたが、その武具を剥ぎ取ることはしませんでした。
§6.417οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,
心の中でそれを恐れ敬ったからです。
§6.418ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν §6.419ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν·
むしろ、見事な細工の武具とともに彼を火葬にし、その上に墓を築きました。
περὶ δὲ πτελέας ἐφύτευσαν §6.420νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.
その周りには、アイギスを持つゼウスの娘たちである、山のニンフたちがニレの木を植えました。
§6.421οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν §6.422οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·
館には私の七人の兄弟がいましたが、彼らは皆、ただ一日のうちに冥府へと旅立ちました。
§6.423πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς §6.424βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.
俊足の気高きアキレウスが彼らを全員屠ったからです、歩みののろい牛や白き羊の群れのそばで。
§6.425μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ, §6.426τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν, §6.427ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα,
そして、樹木に覆われたプラコスの麓で女王であった私の母を、アキレウスは他の略奪品とともにこちらへ連行した後、莫大な身代金を受け取って再び彼女を解放しました。
§6.428πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.
しかし父の館で、矢を放つアルテミスが彼女を射倒しました。
§6.429Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
ヘクトル、しかしあなたこそ、私にとって父であり、尊き母であり、兄弟でもあります。
§6.430ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·
そしてあなたこそ、私の頼もしい夫なのです。
§6.431ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,
さあ、今は私を憐れんで、ここの物見櫓に留まってください。
§6.432μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·
子供を孤児に、妻を未亡人にしないでください。
§6.433λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα
そして、軍勢を野いちじくの木のそばに配置してください。
§6.434ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.
そこは最も都への登攀が容易で、城壁が最も乗り越えやすくなっています。
§6.435τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι §6.436ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα §6.437ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·
というのも、敵の精鋭たちが三度もそこへ押し寄せて攻撃を試みたからです、両アイアスと名高いイドメネウスの周りの者たち、アトレウスの子ら、そしてテュデウスの勇敢な息子の周りの者たちが。
§6.438ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς, §6.439ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
おそらく誰か神託をよく知る者が彼らに告げたのか、あるいは彼ら自身の心がそう促し命じているのでしょう。
§6.440τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
」これに対して、兜きらめく大いなるヘクトルが再び答えた。
§6.441ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι·
「妻よ、私にとってもこれらすべては気がかりだ。
ἀλλὰ μάλʼ αἰνῶς §6.442αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους, §6.443αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·
しかし、あまりにも激しくトロイアの男たちや、裾を引く長衣を着たトロイアの女たちに対して恥じる、もし私が臆病者のように戦いを避けて逃げ隠れるなら。
§6.444οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
私の心もそれを許さない。
§6.445αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι §6.446ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.
私は常に勇敢であり、トロイア人たちの先頭に立って戦うことを学んできたのだ、父の偉大な名声と、私自身の名声を勝ち取るために。
§6.447εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
なぜなら、私の心と魂はこれをはっきりと知っているからだ。
§6.448ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ §6.449καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
神聖なイリオスと、プリアモス、そしてトネリコの槍を巧みに操るプリアモスの民が滅びる日が必ず来るということを。
§6.450ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω, §6.451οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος §6.452οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ §6.453ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν, §6.454ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων §6.455δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·
しかし、後の世のトロイア人たちの苦しみも、ヘカベ自身のそれも、プリアモス王のそれも、そして、敵の手によって塵の中に倒れるであろう、多くの勇敢な私の兄弟たちの苦しみも、私にとってはそれほどではない、青銅の鎧を着たアカイア人の誰かが、涙を流すお前を、自由の身分を奪い取って連れ去る時の、お前の苦しみに比べれば。
§6.456καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις, §6.457καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης
そしてお前はアルゴスにあって、他人の命令のために織物を織り、メッセイスやヒュペレイアの泉から水を運ぶことになるだろう、強く嫌がりながらも。
§6.458πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·
過酷な運命がお前を縛るのだ。
§6.459καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·
そして、涙を流すお前を見て、いつか誰かがこう言うだろう。
§6.460Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι
『これはヘクトルの妻だ。
§6.461Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.
彼は、イリオスを巡って戦ったとき、馬を馴らすトロイア人の中で最も戦いに秀でていた男だ』と。
§6.462ὥς ποτέ τις ἐρέει·
そのようにいつか誰かが語るだろう。
σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος §6.463χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
そのとき、お前には新たな苦しみが生まれる、奴隷の日を退けてくれる、そのような夫を失った悲しみから。
§6.464ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι §6.465πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.
しかし、死んだ私を、うず高く盛られた土が覆い隠してくれますように、お前の叫び声や、お前が連れ去られるのを知る前に。 」

語釈・文法注

  1. §6.406ἔν τʼ ἄρα οἱ φῦ χειρὶ — ἔν ... φῦ は動詞 ἐμφύω のアオリスト ἐνέφυ (自動詞的「しっかりとつかまる」「付着する」)の分離(tmesis)である。οἱ は与格(「彼の」を意味する利害関係の与格、あるいは ἐμφύω の支配格)であり、χειρί は「手で、手に」を意味する手段・場所の与格。
  2. §6.411σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι — ἀφαμαρτούσῃ は ἀφαμαρτάνω(奪われる、失う)の女性単数与格アオリスト分詞で、前行する利害の与格 ἐμοί(私にとって)に呼応する。σεῦ(あなた)は分離・奪格の属格。δύμεναι はホメロス方言の不定詞(古典アッティカ方言の δῦναι)で、非人称表現 κέρδιον εἴη(〜の方がましだろう)の主語。
  3. §6.425μητέρα δʼ ... τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ... ἂψ ὅ γε τὴν ἀπέλυσε — 文頭の μητέρα(母を)は、関係節や従属節が挿入されることによって生じた破格(anacoluthon)である。文全体の文法的主語・動詞は ὅ γε τὴν ἀπέλυσε(彼は彼女を解放した)であるが、文頭で提起された μητέρα が、従属節の後に指示代名詞 τὴν として再度対格で引き継がれている。
  4. §6.463χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ — ἀμύνειν は「退ける、防ぐ」を意味する不定詞で、名詞 χήτεϊ(欠乏、失うこと)または形容詞 τοιοῦδʼ ἀνδρός を修飾する、目的あるいは結果を表す限定的用法(epexegesis)。「奴隷の境遇を防ぐための、そのような夫」という修飾構造をなす。

この箇所を引用する

ホメロス, イリアス §6.403-6.465. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:6.403-6.465

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。