Humanitext Reader

ホメロス · イリアス §5.840-5.909

アレスの負傷と神々のオリュンポス帰還

49 / 226 箇所 · ギリシア語

要旨

アテナの加勢によりディオメデスはアレスに傷を負わせる。アレスは退却してオリンポスに上り、ゼウスに訴えるが叱責され、治療を受ける。ヘラとアテナも戦闘を止めてオリンポスに帰還する。

§5.840λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη· §5.841αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
パラス・アテナは鞭と手綱を掴み、すぐにアレスをめがけて一蹄の馬たちを向けた。
§5.842ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν §5.843Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·
アレスは巨大なペリファス、オケシオスの上品な息子で、アイトリア人で最も優れた男を討ち取っていた。
§5.844τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη §5.845δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.
彼を血塗られたアレスが討ち取っていたが、アテナは強壮なアレスに自分の姿を見られないように、ハデスの兜をかぶった。
§5.846ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον, §5.847ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε §5.848κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,
人間を破滅させるアレスが、高貴なディオメデスを見たとき、彼は巨大なペリファスをその場に横たわったままにしておいた、彼を殺して命を奪ったその場所に。
§5.849αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο.
そして彼は馬を駆るディオメデスをめがけて真っ直ぐ進んだ。
§5.850οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, §5.851πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων §5.852ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·
二人が互いに近づいて衝突しようとしたとき、まずアレスが馬の軛と手綱を越えて槍を伸ばした、青銅の槍を、彼の命を奪おうと熱望しながら。
§5.853καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη §5.854ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
しかし輝く目の女神アテナは、その槍を手で掴み、戦車の下から押し退け、空しくそらせた。
§5.855δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης §5.856ἔγχεϊ χαλκείῳ·
次にときの声をあげるのに長けたディオメデスが、青銅の槍を突いた。
ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη §5.857νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·
パラス・アテナはそれを押し進めた、彼がミトラを巻いていた下腹部へと。
§5.858τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν, §5.859ἐκ δὲ δόρυ σπάσεν αὖτις·
そこをディオメデスは狙い違わず突いて傷つけ、美しい肌を裂き、槍を再び引き抜いた。
ὃ δʼ ἔβραχε χάλκεος Ἄρης §5.860ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι §5.861ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.
すると青銅のアレスが咆哮した、九千人あるいは一万人の男たちが戦場でアレスの闘争を交えるときに叫ぶのと同じほどの大声で。
§5.862τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε §5.863δείσαντας·
アカイア人とトロイア人は恐怖に襲われ、震え上がった。
τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο.
戦いに飽くことなきアレスが、それほどの大声で咆哮したからである。
§5.864οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ §5.865καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο, §5.866τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης §5.867φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.
激しい風が熱気から沸き起こるときに、雲の間から暗い霧が現れるように、そのように、テュデウスの子ディオメデスには、青銅のアレスが雲とともに広い天へと昇っていく姿が見えた。
§5.868καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον, §5.869πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,
アレスは速やかに神々の住処である険しいオリンポスに達し、クロノスの子ゼウスの傍らに、心を痛めながら腰掛けた。
§5.870δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς, §5.871καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
そして傷口から流れ出る不老の血をゼウスに見せ、嘆きながら、翼ある言葉を語りかけた。
§5.872Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;
「父なるゼウスよ、これらの乱暴な行いを見て、憤りを感じないのですか。
§5.873αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν §5.874ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.
我々神々は、人間のために恩を施しようとしては、互いの敵意によって、常に最も恐ろしい苦難に耐え忍んでおります。
§5.875σοὶ πάντες μαχόμεσθα·
我々は皆、あなたと争っています。
σὺ γὰρ τέκες ἄφρονα κούρην
あなたが狂った不吉な娘をお産みになったからです。
§5.876οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
彼女は常に無法な行いばかりを企んでいます。
§5.877ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ §5.878σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·
オリンポスにいる他のすべての神々はあなたに服従しており、我々は各自、あなたに従属しています。
§5.879ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,
しかし、あなたは彼女を言葉でも行動でも引き止めず、気ままにさせておられます。
§5.880ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·
ご自身がその破滅的な娘をお産みになったからです。
§5.881ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα §5.882μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.
彼女は今、テュデウスの傲慢な息子ディオメデスをそそのかし、不死の神々に対して狂い狂わせています。
§5.883Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ, §5.884αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·
彼はまずキプリスを手首のあたりで突き刺し、次には、神のごとく、この私自身に向かって突進してきたのです。
§5.885ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες·
しかし、私の素早い足が私を救い出しました。
ἦ τέ κε δηρὸν §5.886αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν, §5.887ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.
さもなければ、私は長い間、凄惨な屍の山の中で、苦痛に喘いで横たわっていたか、あるいは青銅の打撃によって命がありながら無力な姿になっていたでしょう。
§5.888τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.
」彼を睨みつけながら、雲を集めるゼウスが言った。
§5.889μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.
「私の傍らで、寝返りばかりする者よ、泣き言を言うな。
§5.890ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·
オリンポスを領する神々の中で、お前は私にとって最も憎むべき存在だ。
§5.891αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
お前には常に闘争と戦争と戦闘が好ましいからだ。
§5.892μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν §5.893Ἥρης·
お前には、お前の母ヘラの抑えがたく容赦のない気性がある。
τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·
私は彼女を言葉で抑えることさえ骨が折れる。
§5.894τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
それゆえ、お前がこのような目に遭うのも、彼女のそそのかしによるものだと私は思う。
§5.895ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·
しかし、お前がいつまでも苦痛に喘ぐのを、私はこれ以上見過ごしはしない。
§5.896ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·
お前は私の血を引いており、お前の母はお前を私のために産んだのだから。
§5.897εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος §5.898καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.
だが、もしお前のような有害な者が他の神から生まれていたならば、お前はとうの昔にウラノスの子らよりも低いところに落とされていただろう。
§5.899ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι. §5.900τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων §5.901ἠκέσατʼ·
」彼はこう語り、パイエオンに治療するように命じた。パイエオンは彼に痛みを和らげる薬草を振りかけて、彼を治療した。
οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.
アレスは死すべき者として作られていなかったからである。
§5.902ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν §5.903ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι, §5.904ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.
イチジクの汁が、液状の白い牛乳に混ぜられたときに、かき混ぜる人の手で極めて急速に凝固するように、そのように速やかに、彼は猛きアレスを治療した。
§5.905τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·
ヘベが彼を洗い、美しい衣を着せた。
§5.906πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
彼はクロノスの子ゼウスの傍らに、栄光に満ちて、誇らしげに腰掛けた。
§5.907αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο §5.908Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη §5.909παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.
そして女神たちは再び偉大なゼウスの館へと戻っていった、アルゴスのヘラとアラコメネのアテナは、人間を滅ぼすアレスに人殺しを止めさせて。

語釈・文法注

  1. 5.845μή μιν ἴδοι ὄβριμος Ἄρης — 接続詞 μή(〜しないように)に導かれる目的節。主節の動詞 δῦνε(アオリスト過去形)という過去時制の歴史副時制に後続するため、従属節の動詞は希求法 ἴδοι になっている。μιν は3人称対格代名詞で、ここではアテナ自身を指す。
  2. 5.854ἐτώσιον ἀϊχθῆναι — 形容詞 ἐτώσιος の対格中性単数形である ἐτώσιον は「空しく、無駄に」という意味で副詞的に用いられている。不定詞 ἀϊχθῆναι(飛び去る)は結果を表す用法、あるいは動詞 ὦσεν(押した)が示す行為の目的・結果を補足する叙事詩的・古典的な用法。
  3. 5.858τῇ ῥά μιν οὖτα τυχών — τυχών は τυγχάνω のアオリスト能動態分詞(単数主格男性)で、ここでは「(狙いを)命中させて、外さずに」という意味で、先行する動詞 οὖτα(傷つけた)と緊密に結合して動作の正確性を強調している。μιν はアレスを指す対格。
  4. 5.885ἦ τέ κε δηρὸν / αὐτοῦ πήματʼ ἔπασχον ... ἤ κε ζὼς ἀμενηνὸς ἔα — 小辞 κε(ἄν)を伴う直説法過去(ἔπασχον、および εἰμί の未完了過去1人称単数形である ἔα)を用いた、過去の事実に反する仮定の帰結節(反実仮想)。「もし私の足が救い出してくれなかったら(条件節の省略)、私はずっと苦痛に喘いでいたか、無力なまま生きていたであろう」という、過去における継続的な状態を表現している。
  5. 5.903κυκόωντι — 動詞 κυκάω の現在能動態分詞の単数与格男性形。「かき混ぜる者にとって、かき混ぜる者に対して」を意味する関与の与格。比喩表現において「人が牛乳を混ぜるやいなや(非常に素早く)」という状況を、動作主の与格として表現している。

この箇所を引用する

ホメロス, イリアス §5.840-5.909. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:5.840-5.909

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。