Humanitext Reader

ホメロス · イリアス §5.768-5.839

アテナの降臨とディオメデスの戦車への同乗

48 / 226 箇所 · ギリシア語

要旨

ヘラとアテナはギリシア軍を救うためにトロイアへ降臨する。アテナはディオメデスの前に現れて彼を奮起させ、自ら戦車に乗り込んでアレスとの対決に臨む。

§5.768μάστιξεν δʼ ἵππους·
彼女は馬たちを鞭打った。
τὼ δʼ οὐκ ἀέκοντε πετέσθην §5.769μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
二頭は嫌がらずに飛び去った、大地と星ちりばむ天との間を。
§5.770ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν §5.771ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον, §5.772τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.
見張り台に座し、葡萄酒色の海を見つめる人が、目で見通すことができる霧深き彼方の距離、それほどの距離を、神々の高く嘶く馬たちは一跳びで進む。
§5.773ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε, §5.774ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος, §5.775ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη §5.776λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε·
しかし彼らがトロイアに、そして二本の流れる川が、シモエイスとスカマンドロスがその流れを合流させる場所に達したとき、そこで白い腕の女神ヘラは馬たちを止め、戦車から解き放ち、その周囲に深い霧を注ぎかけた。
§5.777τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.
そしてシモエイスは彼らのために、草として食むべきアンブロシアを生み出させた。
§5.778αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι §5.779ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·
二人の女神は、臆病な鳩にその歩みを似せて進んでいった、アルゴス人たちを救おうと熱望しながら。
§5.780ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι §5.781ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο §5.782εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν §5.783ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, §5.784ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη §5.785Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
しかし彼女たちが、馬を駆るディオメデスの武勇の周りに、最も多く最も優れた者たちが、生肉を食らう獅子や、その力が侮れない野生の猪のように、密集して立っている場所に到着したとき、そこで白い腕の女神ヘラは立ち止まり、大声で叫んだ、大いなる心を持ち、青銅の声をしたステントルに姿を似せて。
§5.786ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·
彼は他の五十人分に匹敵する大声を出す者であった。
§5.787αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί·
「恥を知れ、アルゴス人たちよ、見かけばかり立派な、卑るべき不名誉な者どもよ!
§5.788ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς, §5.789οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
高貴なアキレウスが戦争に赴いていた間は、トロイア人たちはダルダニアの門の前にさえ決して出てこなかった。
§5.790οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·
彼の恐るべき槍を恐れていたからだ。
§5.791νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.
しかし今や彼らは、市から遠く離れた、中がうつろな船のところで戦っているのだ。
§5.792ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
」こう言って彼女は一人一人の勇気と気概を奮い立たせた。
§5.793Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·
一方、輝く目の女神アテナはテュデウスの子のもとへと急ぎ近づいた。
§5.794εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν §5.795ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.
そして彼女は、馬と戦車の傍らで、パンダロスが矢で彼に負わせた傷を冷やしているその王を見出した。
§5.796ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος §5.797ἀσπίδος εὐκύκλου·
というのも、丸い盾の幅の広い吊り紐の下で汗が彼を苦しめていたからである。
τῷ τείρετο, κάμνε δὲ χεῖρα,
彼はそれで苦しみ、腕は疲れ果てていた。
§5.798ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ.
彼は吊り紐を持ち上げ、黒い血を拭い取っていた。
§5.799ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·
女神は馬の軛に手を触れ、そして語りかけた。
§5.800ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.
「まことにテュデウスは、自分に似ても似つかぬ息子をもうけたものだ。
§5.801Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·
テュデウスは体こそ小さかったが、戦士であった。
§5.802καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον §5.803οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν §5.804ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας· §5.805δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον· §5.806αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ §5.807κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα
私が彼に戦うことも狂い回ることも許さず、彼がアカイア人たちから離れて使者としてカドメイオス人の大勢いるテーバイへ赴いたとき、館の中で静かに饗宴を楽しむようにと命じたときでさえ、彼は以前のように自らの強き心を持ってカドメイオス人の若者たちに勝負を挑み、容易にすべてに勝利したのだ。
§5.808ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
それほど私は彼の強力な助っ人であった。
§5.809σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω, §5.810καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι· §5.811ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν §5.812ἤ νύ σέ που δέος ἴσχει ἀκήριον·
これに対してあなたには、私が傍らに立ち、守り、喜んでトロイア人と戦うよう命じているというのに、激しい疲労があなたの手足に入り込んだのか、それとも臆病な恐れがあなたを捉えているのか。
οὐ σύ γʼ ἔπειτα §5.813Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.
それならば、あなたは戦いに巧みなオイネウスの子テュデウスの息子ではない。
§5.814τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
」これに答えて、強きディオメデスが言った。
§5.815γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·
「私はあなたを存じております、アイギスを持つゼウスの娘である女神よ。
§5.816τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.
それゆえ、私はあなたに包み隠さず、喜んで言葉を語りましょう。
§5.817οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,
臆病な恐れが私を捉えているのでも、いかなる躊躇いがあるわけでもありません。
§5.818ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·
ただ、あなたが命じたあの命令を私はまだ覚えているのです。
§5.819οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι §5.820τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη §5.821ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
あなたは私に、他の幸福なる神々と真っ向から戦うことを許さず、ただもしゼウスの娘アフロディテが戦場に来るならば、彼女だけを鋭い青銅で傷つけるようにとおっしゃいました。
§5.822τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους §5.823Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·
それゆえ、今私は自ら退き、他のすべてのアルゴス人たちにもここに集まるように命じたのです。
§5.824γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.
アレスが戦場を支配しているのを知っているからです。
§5.825τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
」これに対して、輝く目の女神アテナが答えた。
§5.826Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
「テュデウスの子ディオメデスよ、私の心に最も適う者よ。
§5.827μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον
アレスをも、他のいかなる不死の神々をも恐れるな。
§5.828ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·
それほど私があなたの強力な助っ人なのだから。
§5.829ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,
さあ、まずはアレスに向かって、一蹄の馬たちを進めよ。
§5.830τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα
間近から彼を撃て。
§5.831τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,
あの狂い猛る、生まれながらの災い、寝返りばかりする激しいアレスを恐れるな。
§5.832ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων §5.833Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν, §5.834νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
彼はつい先日、私とヘラに対し、トロイア人と戦い、アルゴス人を助けると約束して語っていたのに、今やトロイア人たちと交わり、アルゴス人のことを忘れてしまっているのだ。
§5.835ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε,
」彼女はこう言って、ステネロスを手で後ろに引っ張って、馬から地面へと突き落とした。
§5.836χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν·
彼はすぐに飛び退いた。
§5.837ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον §5.838ἐμμεμαυῖα θεά·
そして熱望に燃える女神自身が、高貴なディオメデスの傍らで戦車に乗り込んだ。
μέγα δʼ ἔβραχε φήγινος ἄξων §5.839βριθοσύνῃ·
カシの木の車軸はその重みで大きく軋んだ。
δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον.
恐るべき女神と、最も優れた英雄を乗せていたからである。

語釈・文法注

  1. 5.770ὅσσον — ὅσσον... τόσσον... は相関構造を作り、馬の一跳びの距離を見張り台からの見通せる距離と比較している。ἠεροειδές は中性単数対格で、他動詞 ἴδεν の直接目的語として機能し、「かすんだ遠方」を意味する。
  2. 5.778ἴθμαθʼ ὁμοῖαι — ἴθμαθʼ (ἴθματα) は「歩み」を意味し、形容詞 ὁμοῖαι にかかる「関係対格(限定の対格)」である。与格 πελειάσιν は ὁμοῖαι が支配する与格であり、「鳩にその歩みを似せて」と解釈される。
  3. 5.785Στέντορι εἰσαμένη — 異音化を伴わない動詞 εἴδομαι(似せる)の分詞形 εἰσαμένη は、与格を支配する。ここでは Στέντορι(ステントルに)にかかる。
  4. 5.800οἷ — οἷ は三人称の再帰代名詞の与格(ここではテュデウス自身を指す)であり、形容詞 ἐοικότα(似ている)にかかる。すなわち「自分自身に似ている(息子)」という意味になる。
  5. 5.838βριθοσύνῃ — 与格 βριθοσύνῃ は原因・理由を表し、「その重みによって」を意味する。続く文の主語は省略されているが、前の文脈の戦車(δίφρος)または車軸(ἄξων)が「恐るべき女神と最高の英雄」を「運んでいた(ἄγεν)」ことを指す。

この箇所を引用する

ホメロス, イリアス §5.768-5.839. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:5.768-5.839

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。