§5.768μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην §5.769μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
她鞭打马匹,两匹骏马毫不迟疑地飞奔起来,在陆地与繁星闪烁的天空之间。
§5.770ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν §5.771ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον, §5.772τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.
正如一个人坐在瞭望台上,凝视着酒绿色的海洋,双眼所能望见的虚空中那模糊的远方有多远,神明们高声嘶鸣的骏马一跃便能跨过多少距离。
§5.773ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε, §5.774ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος, §5.775ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη §5.776λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε· §5.777τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.
然而,当她们抵达特洛伊和两条流淌的河流、即西摩伊斯与斯卡曼德罗斯汇合其流的地方时,白臂女神赫拉在那里停下马匹,将它们解下战车,并在四周洒下浓密的雾气;西摩伊斯则为它们催生出神粮,供其食用。
她们迈步前行,步伐犹如胆怯的鸽子,急于为阿耳戈斯男子们提供援助。
§5.780ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι §5.781ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο §5.782εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν §5.783ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, §5.784ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη §5.785Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
但是,当她们来到众人拥挤在驯马者迪奥墨得斯的雄威周围、最多数也最优秀的人聚集的地方时,他们就像食生肉的雄狮或野猪,其力量绝非轻易可以削弱,白臂女神赫拉在那里驻足高呼,化身为大仁大勇、拥有青铜嗓音的斯滕托尔。
他的呼喊声能抵得上其他五十个人: “羞耻啊,阿耳戈斯人,徒有外表的无耻之徒!
§5.788ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς, §5.789οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων §5.790οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος· §5.791νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.
只要高贵的阿喀琉斯还投身战争,特洛伊人就绝不敢走出达耳达尼亚城门,因为他们惧怕他那威力无比的长枪;但现在,他们却远离城池,在空心的战船旁厮杀。
§5.792ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
” 她这样说着,激发了每个人的力量与斗志。
§5.793Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη· §5.794εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν §5.795ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.
闪亮眼睛的女神雅典娜奔向提丢斯之子;她发现那位君王正在马匹和战车旁,冷却着潘达罗斯用箭射伤他的伤口。
§5.796ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος §5.797ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα, §5.798ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ.
因为在他那圆盾的宽阔背带下,汗水折磨着他;他因此备受痛苦,手臂也疲惫不堪;他提起背带,擦拭着黑沉沉的鲜血。
女神抚摸着马轭,开口说道: “提丢斯确实生下了一个几乎不像他自己的儿子。
§5.801Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής· §5.802καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον §5.803οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν §5.804ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας· §5.805δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον· §5.806αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ §5.807κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα §5.808ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
提丢斯虽然身材矮小,却是一位战士;甚至当我不允许他去战斗、去狂奔炫耀时—— 那时他远离阿开亚人,作为使者来到有很多卡德摩斯人的底比斯—— 我命令在大殿里安静地享用宴席;然而,他保持着一如既往的顽强斗志,向卡德摩斯人的青年们发起挑战,并在一切项目中轻松战胜了他们;我是他多么强大的助手啊。
§5.809σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω, §5.810καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι· §5.811ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν §5.812ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα §5.813Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.
而对你,我虽站在你身旁并守护着你,并极力叮嘱你与特洛伊人交战,但要么是那频繁冲杀带来的疲惫浸透了你的四肢,要么是无胆的恐惧攫住了你;果真如此,你便绝非那聪明睿智的奥伊纽斯之子、提丢斯的后代。
§5.814τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης· §5.815γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο· §5.816τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.
” 强大的迪奥墨得斯回答她道: “我认得你,手持埃吉斯的宙斯之女、女神啊;因此,我将毫无保留地向你坦陈,绝不隐瞒。
§5.817οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος, §5.818ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας· §5.819οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι §5.820τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη §5.821ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
既无胆怯的恐惧攫住我,也无任何迟疑,但我仍谨记着您对我下达的嘱托:您不允许我与其他福乐的神明正面交战,但若是宙斯之女阿佛洛狄忒来到战场,我就要用锋利的青铜刺伤她。
§5.822τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους §5.823Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας· §5.824γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.
因此,现在我自己退却了,并且吩咐所有其他阿耳戈斯人也在这里集合;因为我认出是阿耳斯在战场上称雄。
§5.825τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· §5.826Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ §5.827μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον §5.828ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·
” 闪亮眼睛的女神雅典娜随后回答他道: “提丢斯之子迪奥墨得斯,我心所爱的人啊,对于阿耳斯你无需害怕,也不必惧怕任何其他不死的神明;我是你多么强大的助手啊。
§5.829ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους, §5.830τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα §5.831τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον, §5.832ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων §5.833Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν, §5.834νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
来吧,先驾着独蹄的骏马直冲向阿耳斯,近身攻击他,不要畏惧那狂怒的阿耳斯—— 这个疯狂的、彻底的祸害、反复无常的家伙,他前些天还向我和赫拉保证,说要同特洛伊人作战而援助阿耳戈斯人,可现在却与特洛伊人同伍,把那些话忘得一干二净。