Humanitext Reader

ホメロス · イリアス §5.140-5.208

ディオメデスの猛威とパンダロスの後悔

39 / 226 箇所 · ギリシア語

要旨

ディオメデスが戦場で次々とトロイアの戦士たちを討ち倒す。それを見たアイネイアスがパンダロスにディオメデスを射るよう促すと、パンダロスは自身の矢が通じない苛立ちと、父の警告を無視して戦車を携えずに参戦したことへの後悔を語る。

§5.140ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·
むしろ小屋に逃げ込み、羊たちは見捨てられて恐怖におののく。
§5.141αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται, §5.142αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·
羊たちは互いに重なり合って折り重なるように倒れ、だが彼は猛り狂って、深い囲いから飛び出す。
§5.143ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.
そのように猛り狂い、強きディオメデスはトロイア人の中に混じり合った。
§5.144ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,
そこで彼はアステュノオスと、民の牧者たるヒュペイロンを討ち取った。
§5.145τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί, §5.146τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον §5.147πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.
一方は乳房の上を、青銅の槍で撃ち抜き、他方は、大剣で肩の鎖骨のあたりを切りつけて、その肩を首と背中から切り離した。
§5.148τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον §5.149υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·
彼らをあとに残し、彼はアバスとポリュエイドスを追いかけた、夢占いを行う老人エウリュダマスの息子たちである。
§5.150τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους, §5.151ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·
彼らが出発するとき、老人は彼らに夢を占ってやらなかった、だが彼らを、強きディオメデスが討ち取ったのだ。
§5.152βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε §5.153ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,
次いで彼はクサントスとトオンを追いかけた、パイノプスの息子たちで、二人とも老境に生まれた子であり、老人は辛い老齢に苦しんでいた。
§5.154υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.
老人は財産を後に残すべき他の息子をもうけなかった。
§5.155ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν §5.156ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ §5.157λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε §5.158δέξατο·
そこで彼は彼らを殺し、二人の最愛の命を奪い去り、父親には慟哭と辛い悲しみだけを残した、彼らが生きて戦いから帰還するのを迎えることができなかったからである。
χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.
そして遠い親族たちが財産を分け合った。
§5.159ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο §5.160εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.
そこで彼はプリアモスの二人の息子、ダルダノスの一族たるエケモンとクロミオスを、同じ戦車に乗っているところを捕らえた。
§5.161ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ §5.162πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων, §5.163ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς §5.164βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·
ライオンが牛の群れの中に飛び込み、林の中で草を食んでいる若い雌牛や成牛の首をへし折るように、そのように、彼ら二人を馬車からテュデウスの息子が望まぬ彼らを無残に引きずり下ろし、それから武具を剥ぎ取った。
§5.165ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
馬は、船の方へ追っていくようにと部下たちに与えた。
§5.166τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν, §5.167βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων §5.168Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·
アイネイアスは、彼が戦士の隊列をなぎ倒しているのを見て、戦いの中、槍の激しい戦火の中を進んだ、神のようなパンダロスをどこかに見つけられないかと探しながら。
§5.169εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε, §5.170στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·
彼はリュカオンの息子、非の打ちどころなき強き者を見つけ、彼の前に立ち、彼に向かって言葉を語った。
§5.171Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ §5.172καὶ κλέος;
「パンダロスよ、お前の弓と羽のついた矢、そして名声はどこにあるのか?
ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ, §5.173οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.
それでお前と競う者はここには一人もおらず、リュキアにあっても、お前より優れていると誇る者はいない。
§5.174ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν §5.175ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
さあ、ゼウスに両手を上げ、この男に向けて矢を放て、今や猛威を振るい、トロイア人に多くの害悪をもたらしたその男に。
§5.176Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·
多くの優れた者たちの膝の力を奪ったのだから。
§5.177εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν §5.178ἱρῶν μηνίσας·
もしも彼が、トロイア人に腹を立てている神でなければ、生贄のことで怒っている神でなければ。
χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.
神の怒りは恐ろしいものだ。
§5.179τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
」彼に対し、リュカオンの輝かしい息子が答えた。
§5.180Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων §5.181Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω, §5.182ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ, §5.183ἵππους τʼ εἰσορόων·
「青銅の甲冑をまとったトロイア人の相談役アイネイアスよ、私はあの男を、猛きテュデウスの子にすべてにおいて酷似していると思う、盾と、筒状の飾り兜で見分け、そして馬を見て。
σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.
だが彼が神であるかどうかははっきりとは分からない。
§5.184εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς §5.185οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι
もし彼が、私が言うところの猛きテュデウスの息子であるならば、彼は神の助けなしにこのように猛り狂っているのではない。
§5.186ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους, §5.187ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
むしろ誰か不滅の神が近くに肩を霧で覆って立ち、彼に命中するはずだった速い矢を別の方向へ逸らしたのだ。
§5.188ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον §5.189δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·
私はすでに彼に矢を放ち、右肩を胸当ての当て板を貫いて射抜いたのだから。
§5.190καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν, §5.191ἔμπης δʼ οὐκ ἐδάμασσα·
そして私は彼を冥府ハデスへ送り込むだろうと思ったのだが、それでも私は彼を倒せなかった。
θεός νύ τίς ἐστι κοτήεις.
やはり何者か怒れる神がいるのだ。
§5.192ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·
そして私には、乗るべき馬も戦車もここにない。
§5.193ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι §5.194καλοὶ πρωτοπαγεῖς νεοτευχέες·
だがリュカオンの館には、十一台の戦車が美しく、新しく組み立てられて置かれている。
ἀμφὶ δὲ πέπλοι §5.195πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι §5.196ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
そしてその周囲には覆いが広げられ、それぞれの傍らには二頭ずつの馬が立って、白い大麦と裸麦を食べている。
§5.197ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων §5.198ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·
確かに、老いた槍の戦士リュカオンは、私に非常に多くのことを私が頑丈な館を出発するときに命じたのだ。
§5.199ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα §5.200ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·
馬と戦車に乗って激しい戦闘の中でトロイア人を指揮するようにと。
§5.201ἀλλʼ ἐγὼ οὐ πιθόμην·
だが私は従わなかった。
ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν·
従っていればはるかに有利であったろうに。
§5.202ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς §5.203ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
馬たちを惜しんだのだ、人々が囲まれている中で、十分に食べることに慣れた馬たちが、飼料を欠くことのないようにと。
§5.204ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα §5.205τόξοισιν πίσυνος·
そうして私は彼らを残し、歩兵としてイリオンへやって来た、弓を頼りにして。
τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν.
だが、その弓は私を助けてくれそうにない。
§5.206ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα §5.207Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν
すでに二人の優れた勇士たちに放ったのだ、テュデウスの子とアトレウスの子に。
§5.208ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.
そしてその二人から射抜いて確かに血を流させたのに、彼らをさらに激昂させただけだった。 」

語釈・文法注

  1. 5.150τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους — 現在分詞 `ἐρχομένοις`(出発する際)に否定の `οὐκ` がかかっており、「彼らが(戦いへ)出発するときに、老人は彼らに夢を占ってやらなかった(その結果、死を防げなかった)」と解釈するのが一般的である。与格 `τοῖς` は利益の与格、あるいは関係代名詞的に「彼ら(出発する者たち)に対して」と機能している。
  2. 5.201ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν — 小辞 `ἄν` と直説法過去(未完成過去)`ἦεν` を用いた反実仮想の帰結節。過去の事実に反する仮定の帰結を表し、「(父親の忠告に従っていれば)はるかに有益であったろうに(実際には従わなかった)」というパンダロスの後悔を表している。

この箇所を引用する

ホメロス, イリアス §5.140-5.208. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:5.140-5.208

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。