§4.478θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν §4.479ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
彼は愛する両親に養育の恩を返すこともできず、彼が気高きアイアスの槍に倒されたことで、その生涯は短いものとなった。
§4.480πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν §4.481δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος §4.482ἦλθεν·
アイアスは進み寄る彼の右の乳房の脇の胸を最初に撃ち抜き、青銅の槍は肩をまっすぐ突き抜けて進んだ。
ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς §4.483ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει §4.484λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι·
彼は、大湿地の湿った低地で、幹は滑らかに伸び最上部にだけ枝を茂らせて育ったポプラの木のように、埃の中に倒れた。
§4.485τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ §4.486ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ· §4.487ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.
それを車大工が、美しい戦車の輪を作るために、輝く鉄で切り倒し、その木が川の岸辺で乾きながら横たわっているように。
このように神に等しいアイアスは、アンテミオンの子シモエイシオスから武具を奪った。
τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ §4.490Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
これに対して、きらめく鎧をまとったプリアモスの息子のアンティポスが、群衆の中から鋭い槍を投げつけた。
§4.491τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον §4.492βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα·
彼はアイアスを撃ち損じたが、オデュッセウスの勇敢な戦友レウコスを、死体を別の方向へ引きずっている最中に、鼠径部に命中させた。
§4.493ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
彼は死体の上に重なって倒れ、死体は彼の手から転がり落ちた。
§4.494τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη, §4.495βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, §4.496στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ §4.497ἀμφὶ ἓ παπτήνας·
オデュッセウスは、戦友が殺されたことにひどく心を怒らせ、輝く青銅の兜をかぶって最前線の戦士たちの間を進み、非常に近くまで行って立ち、周りを見回したのち、輝く槍を投げつけた。
ὑπὸ δὲ Τρῶες κεκάδοντο §4.498ἀνδρὸς ἀκοντίσσαντος·
トロイア人たちは、彼が槍を投げると、身を引いた。
ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν, §4.499ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
彼は無駄な矢を放ったのではなく、プリアモスの庶子デモコオンを撃ち抜いた。
§4.500ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.
彼は駿馬の飼育地アビュドスからオデュッセウスのもとに来ていた者であった。
§4.501τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ §4.502κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
オデュッセウスは戦友への怒りに燃えて、彼を槍でこめかみに撃ち抜き、青銅の槍先は反対側のこめかみへと突き抜けた。
§4.503αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε, §4.504δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
闇が彼の両目を覆い、彼は倒れてどさりと音を立て、彼の上で武具が響いた。
§4.505χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
最前線の戦士たちと輝かしいヘクトルは身を引いた。
アルゴス人たちは大声をあげ、死体を引きずり出し、はるか前方へと突き進んだ。
νεμέσησε δʼ Ἀπόλλων §4.508Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·
するとアポロンがペルガモスから見下ろして憤慨し、大声でトロイア人たちに呼びかけた。
§4.509ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης
「立ち上がれ、馬を駆るトロイア人たちよ、アルゴス人たちに戦闘の譲歩をしてはならぬ。
§4.510Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος §4.511χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
彼らの肌は石でも鉄でもなく、撃たれたときに肉を裂く青銅に耐えうるものではない。
§4.512οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο §4.513μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
さらに、美しい髪のテティスの子アキレウスもまた戦ってはおらず、船団のそばで心を苛む怒りを募らせているのだから。
§4.514ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός·
」そのように恐ろしい神が都から語りかけた。
αὐτὰρ Ἀχαιοὺς §4.515ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια §4.516ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
一方アカイア人たちを奮い立たせたのは、ゼウスの娘、最も輝かしいトリトゲネイアであり、彼女は群衆の間を歩み、怠けている者たちを見つけると励ました。
§4.517ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·
そこで、アマリュンケウスの子ディオレスが運命に捕らえられた。
というのも、彼は右のすねの、足首の近くを、尖った石で撃たれたからである。
βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν §4.520Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.
それを投げたのはトラキアの戦士たちの将領ペイロス、イムブラソスの子であり、アイノスから来ていた者であった。
彼は仰向けになって埃の中に倒れ、親しい戦友たちに両手を広げながら息を引き取った。
ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ §4.525Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν·
彼を撃った当人であるペイロスが駆け寄り、へその辺りを槍で突き刺した。
ἐκ δʼ ἄρα πᾶσαι §4.526χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.
すると内臓がすべて地面にこぼれ落ち、闇が彼の両目を覆った。
§4.527τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ §4.528στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·
しかし、アイトリア人のトアスが、退却しようとする彼の乳房の上の胸を槍で突き、青銅は肺に突き刺さった。
§4.529ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος §4.530ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ, §4.531τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.
トアスは彼のすぐ近くに歩み寄り、胸から重い槍を引き抜き、鋭い剣を抜いて、それで彼の腹の真ん中を打ち、命を奪った。
§4.532τεύχεα δʼ οὐκ ἀπέδυσε·
しかし、武具をはぎ取ることはできなかった。
περίστησαν γὰρ ἑταῖροι §4.533Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες, §4.534οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν §4.535ὦσαν ἀπὸ σφείων·
というのも、周りに彼の戦友である頭頂部で髪を結ったトラキア人たちが、長い槍を手にして取り囲み、トアスがどれほど大きく、強く、輝かしい男であっても、彼を自分たちから退けたからである。
ὃ δὲ χασσάμενος πελεμίχθη.
トアスは後ずさりしてよろめいた。
§4.536ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,
こうして二人は、埃の中で隣り合って横たわった。
一方はトラキア人の、他方は青銅の鎧を着たエペイオス人たちの将領であった。
πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
そして、彼らの周りで他の多くの者たちも殺された。
§4.539ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών, §4.540ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ §4.541δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη §4.542χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·
そこでは、戦闘の中に赴く者で、鋭い青銅によってまだ撃たれることも傷つけられることもなく、真ん中を歩き回り、パラス・アテナが手を取って導き、飛来する矢弾の勢いを退けてくれるような者がいたなら、もはやその働きを非難することはできなかっただろう。