Humanitext Reader

ホメロス · イリアス §24.201-24.268

ヘカベの引き留めとプリアモスの出発準備

218 / 226 箇所 · ギリシア語

要旨

ヘカベはアキレウスのもとへ一人で赴こうとするプリアモスを激しい言葉で引き留めるが、プリアモスは神の告げを直接聞いたとして拒絶し、豪華な身代金を準備する。そして、生存中の頼りにならない息子たちを激しく叱責しながら、出発の準備を急がせる。

§24.201ὤ μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περ
「ああ、お前の思慮はどこへ行ってしまったのか。
§24.202ἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις;
かつては異国の人々の間でも、お前が統治する人々の間でも有名であったあの思慮は。
§24.203πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος §24.204ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς §24.205υἱέας ἐξενάριξε·
どうしてお前はアカイア人の船へと一人で行こうとするのか、お前の多くの優れた息子たちを殺した男の目の前へと。
σιδήρειόν νύ τοι ἦτορ.
お前の心臓は鉄のようだ。
§24.206εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν §24.207ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει,
もしあの残酷で信用できない男がお前を捕らえてその目で見たら、お前を憐れみもしないし、敬いもしないだろう。
§24.208οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν §24.209ἥμενοι ἐν μεγάρῳ·
今は、この館の中に座って、遠く離れて泣きましょう。
τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ §24.210γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή, §24.211ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων
彼には、私が彼を産んだその時に、強力な運命の女神がその糸を紡ぎだしたのだ、親から遠く離れた場所で、残酷な男の傍らで、足の速い犬たちを満足させるようにと。
§24.212ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
その男の肝臓の真ん中に、私は喰らいついてやりたいものだ。
§24.213ἐσθέμεναι προσφῦσα· τότʼ ἄντιτα ἔργα γένοιτο
そうすれば、我が息子のための復讐となるだろう。
§24.214παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα, §24.215ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων §24.216ἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς.
なぜなら、息子は臆病風を吹かせて殺されたのではなく、トロイアの男たちと胸の豊かなトロイアの女たちの前に立ち、恐れも逃亡も思わずに戦っていたのだから。
§24.217τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·
」これに対して、神のような老父プリアモスが答えて語りかけた。
§24.218μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ §24.219ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ·
「行こうとする私を引き止めるな、私の館の中で不吉な鳥となってくれるな。
οὐδέ με πείσεις.
私を説得することはできない。
§24.220εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν, §24.221ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες, §24.222ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
もし地上の他の誰か、生贄を占う予言者や祭司たちが私に命じたのであれば、それを嘘だと言って、ますます背を向けただろう。
§24.223νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,
だが今、私自身が女神の声を聞き、目の前で彼女を見たのだから、私は行く。
§24.224εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται.
その言葉は無駄にはならない。
εἰ δέ μοι αἶσα §24.225τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων §24.226βούλομαι·
もし、青銅の鎧を着たアカイア人の船の傍らで死ぬことが私の運命であるなら、それを望もう。
αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς §24.227ἀγκὰς ἑλόντʼ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.
私が息子を腕に抱き、泣き尽くした後に、アキレウスが私をその場で殺すがよい。
§24.228ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγεν·
」彼はそう言って、箱の美しい蓋を開けた。
§24.229ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους, §24.230δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, §24.231τόσσα δὲ φάρεα λευκά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας.
そこから12枚の美しいローブを取り出し、枚の1重のマント、同数の敷物、同数の白い外套、それに加えて同数のチュニックを取り出した。
§24.232χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα, §24.233ἐκ δὲ δύʼ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας, §24.234ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες
彼は金の重さを量り、全部で10タラントンを持ち出し、つの輝く三脚釜、4つの大釜、そして美しい杯を持ち出した。
§24.235ἐξεσίην ἐλθόντι μέγα κτέρας·
それはスレースの男たちが、彼が使節として行った時に、偉大な宝として授けたものだった。
οὐδέ νυ τοῦ περ §24.236φείσατʼ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δʼ ἤθελε θυμῷ §24.237λύσασθαι φίλον υἱόν.
老父は館の中にあってもその杯さえ惜しまず、心の中で愛する息子を身請けすることを強く望んでいた。
ὃ δὲ Τρῶας μὲν ἅπαντας §24.238αἰθούσης ἀπέεργεν ἔπεσσʼ αἰσχροῖσιν ἐνίσσων·
彼はトロイア人たちをみな、罵りの言葉で叱りつけながら、回廊から追い払った。
§24.239ἔρρετε λωβητῆρες ἐλεγχέες·
「去れ、恥知らずのならず者どもめ!
οὔ νυ καὶ ὑμῖν §24.240οἴκοι ἔνεστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες;
お前たちには家の中に泣くべきことがないのか、私を苦しめるためにやって来るとは。
§24.241ἦ ὀνόσασθʼ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκε §24.242παῖδʼ ὀλέσαι τὸν ἄριστον;
クロノスの子ゼウスが私に最も優れた息子を失うという苦しみを与えたことを、お前たちは軽いことだと思うのか。
ἀτὰρ γνώσεσθε καὶ ὔμμες·
いや、お前たちもそれを知ることになる。
§24.243ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε §24.244κείνου τεθνηῶτος ἐναιρέμεν.
彼が死んだ今、お前たちはアカイア人にとってはるかに殺しやすい者となるのだから。
αὐτὰρ ἔγωγε §24.245πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε §24.246ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.
だが私は、この街が略奪され荒らされるのを自分の目で見る前に、冥府の家へと入りたいものだ。
§24.247ἦ καὶ σκηπανίῳ δίεπʼ ἀνέρας·
」彼は語り、杖で男たちを追い払った。
οἳ δʼ ἴσαν ἔξω §24.248σπερχομένοιο γέροντος·
彼らは急ぐ老父の前から外へと出て行った。
ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλα §24.249νεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖον §24.250Πάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην §24.251Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν·
彼は息子たちを叱りつけ、ヘレノス、パリス、高貴なアガトン、パンモン、アンティポノス、時の声をあげるのが得意なポリテス、デイポボス、ヒッポトオス、高貴なアガウオスを非難した。
§24.252ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε·
老父はこれら9人を叱りつけ、命じた。
§24.253σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες·
「急げ、出来損ないの、私に恥をもたらす子供たちよ!
αἴθʼ ἅμα πάντες §24.254Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.
お前たち全員が、ヘクトルの代わりに、速い船の傍らで一度に殺されていればよかったのに。
§24.255ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους
ああ、私は不運の極みだ。
§24.256Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι,
広いトロイアで最も優れた息子たちを産んだのに、その中の一人も残っていないのだから。
§24.257Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην §24.258Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει §24.259ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.
神のようなメストル、戦車戦を好むトロイロス、そして人間たちの中で神のようであり、およそ凡人の子とは思われず、神の子のように見えたヘクトル。
§24.260τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται §24.261ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι §24.262ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
彼らは軍神アレスが滅ぼし、残されたのは嘘つきや踊り手、舞踏ばかりが得意な、身内の羊や子ヤギを奪う泥棒のような恥晒しどもばかりだ。
§24.263οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα, §24.264ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;
お前たちはすぐに私のために荷車を調え、これらすべてを載せて、道を進めるようにしてくれないのか。
§24.265ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν §24.266ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην §24.267καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς,
」彼はそう語り、彼らは父親の叱責を恐れて、ラバが引く、よく回る美しい新造の荷車を持ち上げ、その上に柳籠を縛り付けた。
§24.268κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον
そして、留め釘からラバの軛を降ろした。

語釈・文法注

  1. §24.201ᾗς — 関係代名詞 ᾗς(与格・複数・女性)の先行詞は前節の φρένες(思慮、心)であり、ここでは所有または手段の与格として機能している。「かつてお前がそれによって有名であった(ἔκλε᾽ = ἐκλέεο)思慮」の意。
  2. §24.212τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι / ἐσθέμεναι προσφῦσα — 願望を表す希求法 ἔχοιμι に目的の不定詞 ἐσθέμεναι(食べるために)が続いている。主格・女性・単数の分詞 προσφῦσα(食い下がって、へばりついて)は、主語であるヘカベ(ἐγώ)に一致し、アキレウスに対する凄絶な復讐心を表す。
  3. §24.227ἐπὴν γόου ἐξ ἔρον εἵην — ἐπήν で導入される時間節の中で aorist 希求法 εἵην(ἐξίημι の1人称単数、あるいは epic 希求法)が用いられており、主節の願望・祈願を表す希求法 κατακτείνειεν(アキレウスが私を殺すように)に呼応する。γόου は ἐξίημι(外へ出す、満たす)の分離または目的を表す属格。「泣き悲しみの欲求を満たし終えたなら」の意。
  4. §24.254ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι — 過去における実現しなかった願望を表す ὤφελον(ここでは2人称複数 ὠφέλετε)+不定詞(完了受動態 πεφάσθαι、†θείνω「殺す」の完了)の構文。「〜であったならよかったのに(実際はそうならなかった)」を意味する。
  5. §24.264ἵνα πρήσσωμεν ὁδοῖο — 動詞 πρήσσω(道を進む、旅路を果たす)に、空間・範囲を表す部分属格 ὁδοῖο(道)が結びついており、「我々が旅路を進められるように」という目的を表す。

この箇所を引用する

ホメロス, イリアス §24.201-24.268. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:24.201-24.268

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。