Humanitext Reader

ホメロス · イリアス §23.142-23.208

パトロクロスの火葬と風の神々への祈り

204 / 226 箇所 · ギリシア語

要旨

アキレウスはパトロクロスのために自身の髪を切り、豪華な生贄を捧げて火葬の準備をするが、薪の山が燃え上がらない。そこでアキレウスは風の神々に祈りを捧げ、虹の女神イリスが風たちにその祈りを伝える。

§23.142τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·
その髪は、川の神スペルケイオスに捧げるため、彼が豊かに伸ばし育てていたものであった。
§23.143ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·
彼は深くため息をつき、葡萄酒色の海を見つめながら語った。
§23.144Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς §23.145κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν §23.146σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην, §23.147πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν
「スペルケイオスよ、我が父ペレウスはあなたに虚しくも祈りを捧げたのだ、私がそこ、愛する祖国の大地へと帰還したならば、あなたに私の髪を切り、聖なる百頭の生贄を捧げ、そしてその場所、あなたの泉のほとりで去勢していない五十頭の羊を生贄として捧げると。
§23.148ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.
その泉は、あなたのために神域と香ばしい祭壇がある場所である。
§23.149ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.
老人はそのように祈ったが、あなたは彼の願いを叶えなかった。
§23.150νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν §23.151Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.
しかし今、私は愛する祖国の大地へ戻ることはないのだから、英雄パトロクロスに、この髪を携えて行かせるために捧げよう。
§23.152ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο
」彼はこう言うと、愛する同志の手の中にその髪を置いた。
§23.153θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
そして彼ら一同の中に哀悼の情を呼び起こした。
§23.154καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο §23.155εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς·
そして、嘆き悲しむ彼らの上に、今や日の光が沈んでしまうところであった、もしアキレウスがすぐさまアガメムノンのそばに立って、こう言わなかったならば。
§23.156Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν §23.157πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,
「アトレウスの子よ、あなたに対してこそアカイア人の軍勢は最もよく言葉に従うだろう。
§23.158νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι §23.159ὅπλεσθαι·
哀悼には十分に飽きるということもあろうが、今は人々を火葬の場所から解散させ、夕食の用意をするよう命じてくれ。
τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα §23.160κήδεός ἐστι νέκυς·
これらのことは、何よりも死者と最も親しい関係にある我々が執り行おう。
παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων.
将領たちだけは、我々のもとに留まってほしい。
§23.161αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, §23.162αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,
」人々を支配するアガメムノンはこれを聞くと、すぐさま軍勢を均整の取れた船々へと解散させた。
§23.163κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην, §23.164ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,
しかし、喪主たちはその場に留まり、木材を積み重ね、縦横百フィートの火葬の薪の山を築いた。
§23.165ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.
そして、心に深く悲しみながら、薪の山の一番上に死体を置いた。
§23.166πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς §23.167πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον·
彼らは、多くの太った羊や、歩みののろい、角の曲がった牛を薪の山の前で皮を剥ぎ、処置した。
ἐκ δʼ ἄρα πάντων §23.168δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς
そのすべての脂を切り取って、気高いアキレウスは死体を覆った、頭から足の先まで。
§23.169ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.
そして剥ぎ取られた死骸をその周りに積み重ねた。
§23.170ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας §23.171πρὸς λέχεα κλίνων·
また、蜂蜜と油を入れた両手付きの壺を、棺に傾けて立てかけた。
πίσυρας δʼ ἐριαύχενας ἵππους §23.172ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.
そして四頭の首の太い馬を、激しく嘆き悲しみながら、急いで火葬の山に投げ入れた。
§23.173ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν, §23.174καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,
その主君には、食卓の残りを食べる九頭の犬がいたが、そのうちの二頭の首を斬って、火葬の山に投げ入れた。
§23.175δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς §23.176χαλκῷ δηϊόων·
さらに、気高いトロイア人の優れた息子たち十二人を、青銅で斬り殺した。
κακὰ δὲ φρεσὶ μήδετο ἔργα·
彼は心の中で恐ろしい所業を企てていたのだ。
§23.177ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.
そして、すべてを焼き尽くすために、冷酷な火の勢いを放った。
§23.178ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·
それから彼は声を上げて泣き、愛する同志の名を呼んだ。
§23.179χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·
「健やかであれ、我がパトロクロスよ、ハデスの館にあっても。
§23.180πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,
かつて約束したすべてのことを、私は今やあなたのために果たしている。
§23.181δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς §23.182τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει·
気高いトロイア人の優れた息子たち十二人を、彼ら全員を、あなたとともに火が貪り食っている。
Ἕκτορα δʼ οὔ τι §23.183δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.
しかし、プリアモスの息子ヘクトルは、火に焼き尽くさせはせず、犬どもに与えよう。
§23.184ὣς φάτʼ ἀπειλήσας·
」彼はそう脅して語った。
τὸν δʼ οὐ κύνες ἀμφεπένοντο,
しかし、彼には犬どもは群がらなかった。
§23.185ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη
ゼウスの娘アフロディテが、昼も夜も犬たちを退けていたからである。
§23.186ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ §23.187ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
そして、彼女は死体を神聖な薔薇の香りのする油でこすり、引きずられてもその皮膚が引き裂かれないようにした。
§23.188τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων §23.189οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα §23.190ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο §23.191σκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.
また、フォイボス・アポロンは、空から平原へと黒い雲を導き、死体が横たわっている場所をすっかり覆い尽くした、太陽の熱が、あらかじめその皮膚や筋肉、手足の肉を干からびさせてしまわないように。
§23.192οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·
しかし、亡きパトロクロスの火葬の山は燃え上がらなかった。
§23.193ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
そこで、俊足にして高貴なアキレウスは、また別のことを考えた。
§23.194στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι §23.195Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά·
薪の山から離れて立ち、二つの風、ボレアスとゼピュロスに祈り、美しい捧げ物を約束した。
§23.196πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν §23.197ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί, §23.198ὕλη τε σεύαιτο καήμεναι.
そして黄金の杯で多くの酒を注ぎながら、懇願した、すぐに来て、火で死体たちを燃え上がらせてほしいと、そして木材が勢いよく燃えるようにと。
ὦκα δὲ Ἶρις §23.199ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν.
すぐにイリスがその祈りを聞き届け、使者として風たちのもとへと赴いた。
§23.200οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον §23.201εἰλαπίνην δαίνυντο·
風たちは、激しく吹くゼピュロスの館に一堂に会し、宴会を催していた。
θέουσα δὲ Ἶρις ἐπέστη §23.202βηλῷ ἔπι λιθέῳ·
そこへイリスが走ってやって来て、石の敷居の上に立った。
τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσι §23.203πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος·
彼らは彼女を目にすると、一斉に立ち上がり、各自が自分のところへ彼女を招き入れようとした。
§23.204ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·
しかし、彼女は座ることを拒み、こう語った。
§23.205οὐχ ἕδος·
「座っている暇はありません。
εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα
私はオケアノスの流れを越えて、アイティオピア人の土地へと戻らなければならないのです。
§23.206Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας §23.207ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.
そこでは彼らが不死の神々に百頭の生贄を捧げており、私もそこで生贄の宴にあずかるのです。
§23.208ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν
しかし、アキレウスはボレアスと、音を立てて吹くゼピュロスが……」

語釈・文法注

  1. §23.142τήν ῥα ... τρέφε — 関係代名詞 `τήν` は前行(141行)の `χαίτην`(髪)を先行詞とし、未完了過去 `τρέφε` は過去の継続・習慣的な行為(川の神へ捧げるために髪を伸ばし続けていたこと)を表している。
  2. §23.154καί νύ κʼ ὀδυρομένοισιν ἔδυ — `καί νύ κ(ε)` と直説法過去(`ἔδυ`)の組み合わせに、`εἰ μὴ... εἶπε`(155行)が続くことで、過去の事実に反する仮定(反実仮想)「もしアキレウスがアガメムノンに語りかけなかったら、日暮れまで哀悼が続いていただろう」を表す。
  3. §23.159κήδεος — `κήδεος` は名詞 `κῆδος`(気遣い、喪、親族関係)の属格で、関係代名詞与格 `οἷσι`(彼らににとって)とともに述語属格として機能し、「死者と最も親しい関わりのある者たち」を意味する。
  4. §23.190σκήλειʼ — 接続詞 `μὴ` は否定目的節(〜しないように)を導く。主節の動詞が過去形(`ἤγαγε`, `κάλυψε`)であるため、従属節の動詞 `σκήλειʼ`(`σκήλειε`, `σκέλλω` のアオリスト希求法能動態三人称単数形)は希求法になっている。

この箇所を引用する

ホメロス, イリアス §23.142-23.208. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:23.142-23.208

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。