§23.1ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν·
このように彼らは街の中で嘆き悲しんだ。
αὐτὰρ Ἀχαιοὶ §23.2ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο, §23.3οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
一方、アカイア人たちは船とヘレスポントスに到着すると、それぞれが己の船へと散っていった。
§23.4Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς, §23.5ἀλλʼ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα·
しかしアキレウスはミルミドン人たちが散るのを許さず、戦いを好む同志たちに語りかけた。
「俊足の馬を駆るミルミドン人たちよ、私の親愛なる同志たちよ、私たちはまだ戦車から一本蹄の馬を解くべきではない。
むしろ、馬と戦車をともにして近づき、パトロクロスを悼んで泣こう。
ὃ γὰρ γέρας ἐστὶ θανόντων.
これこそが死者への栄誉なのだから。
そして、私たちが悲痛な哀悼を十分に遂げたならば、馬を解き、ここで皆で夕食をとることにしよう。
§23.12ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς.
」彼はそう語り、彼らは声をそろえて嘆き悲しみ、アキレウスがその先頭に立った。
§23.13οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους §23.14μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.
彼らは涙を流しながら、死体の周りを三度、美髪の馬を進め、テティスが彼らの間に激しい哀悼の情を呼び起こした。
§23.15δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν
砂は涙で濡れ、男たちの武具もまた涙に濡れた。
§23.16δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.
彼らはそれほどまでに、恐れを駆り立てる者を慕っていたからである。
ペレウスの子が彼らの間で、激しい嘆きの先頭に立ち、多くの者を殺めたその両手を、同志の胸の上に置いた。
§23.19χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·
「健やかであれ、パトロクロスよ、ハデスの館にあっても。
§23.20πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην
なぜなら、私がかつて約束したすべてのことを、今やあなたのために果たすからだ。
§23.21Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι, §23.22δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν §23.23Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
ヘクトルをここに引きずってきて、犬たちに生で貪り食わせるために与え、薪の山の前で、あなたの殺害に対する怒りから、トロイア人の輝かしい子供たち十二人の首を切り落とすという約束を。
§23.24ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα §23.25πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας §23.26ἐν κονίῃς·
」彼はそう語ると、高貴なヘクトルに対して屈辱的な扱いを企て、メノイティオスの子の寝台の傍らの塵の中に引き伸ばした。
οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος §23.27χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους, §23.28κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο §23.29μυρίοι·
一方、彼らはそれぞれ、燦然と輝く青銅の武具を脱ぎ、いななき高く上げる馬たちを解き、俊足のアイアコスの子の船の傍らに座った、おびたただしい数で。
αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.
そして彼は、彼らにふさわしい葬儀の宴を催した。
§23.30πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ §23.31σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες· §23.32πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ §23.33εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·
多くの白い牛たちが、鉄の刃にかけられて屠られ、多くの羊やメーメーと鳴く山羊たち、脂肪に満ちて肥えた、多くの白い牙を持つ豚たちが、ヘパイトスの炎で毛を焼かれながら引き伸ばされた。
§23.34πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
死体の周囲には、至るところにカップで汲めるほどの血が流れた。
一方、王である俊足のペレウスの子を、アカイア人の王たちは、高貴なアガメムノンのもとへと連れて行った。
§23.37σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.
同志のためにその心に怒りを燃やす彼を、説得するのに骨を折りながら。
§23.38οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες, §23.39αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν §23.40ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν §23.41Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.
彼らが歩み進めてアガメムノンの天幕に到着すると、すぐさま彼らは声の澄んだ伝令たちに命じて、火のそばに大きな三脚釜を置かせた、ペレウスの子を説得して血に染まった汚れを洗い流させることができるならばと。
§23.42αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·
しかし彼は断固として拒み、誓いを立てた。
§23.43οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος, §23.44οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι §23.45πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι §23.46κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε
「神々のうちで最高にして最善なるゼウスにかけて誓う、私の頭が湯浴みに近づくことは許されない、まずパトロクロスを火葬に付し、墳墓を築き、髪を切り落とすまでは。
§23.47ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.
なぜなら、私が生者の間に留まる限り、これほどの苦痛が再び私の心に届くことはないのだから。
§23.48ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·
だが、今は忌まわしい宴に従うことにしよう。
§23.49ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον §23.50ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς §23.51νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,
そして夜が明けたら、人々の王アガメムノンよ、命じてください、木材を運ばせ、死者が霧深い闇の底へと去るのにふさわしいものすべてを備えるように。
§23.52ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ §23.53θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.
それは、絶えざる火がこの死体を私たちの目から速やかに焼き尽くし、人々が己の務めへと戻れるようにするためである。
§23.54ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
」彼はそう語り、彼らは彼の言葉によく耳を傾け、従った。
§23.55ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι
彼らは手早く夕食を準備し、それぞれが食卓を囲んだ。
§23.56δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
彼らの心が等分された宴に不足を感じることはなかった。
だが、飲み食いへの欲求を満たすと、彼らは横たわるために、それぞれ己の天幕へと向かった。
§23.59Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης §23.60κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν
しかしペレウスの子は、鳴り響く海の波打ち際で、多くのミルミドン人たちの中で、重いため息をつきながら横たわっていた。
§23.61ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον·
波が岸辺に打ち寄せる、汚れなき場所で。
心の悩みを解きほぐす睡眠が彼を捉えたとき、甘い眠りが彼の周りに降り注いだ。
μάλα γὰρ κάμε φαίδιμα γυῖα §23.64Ἕκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν·
というのも、風強きイリオスへ向かってヘクトルを追いかけ、その輝かしい四肢をひどく疲れさせていたからである。
§23.65ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο
そのとき、哀れなパトロクロスの魂がやって来た。
身長も、その美しい瞳も、すべてが彼自身にそっくりで、声も、そして肌にまとっている衣服も、彼のそれと同じであった。
§23.68στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
彼の頭上に立ち、彼に向けて言葉を語った。
§23.69εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.
「眠っているのか、アキレウスよ、私のことを忘れてしまったのか。
§23.70οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·
私が生いていた時には私を疎かにしなかったのに、死んだ今、疎かにするのか。
§23.71θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.
一刻も早く私を葬ってくれ、私がハデスの門をくぐり抜けられるように。 」