Humanitext Reader

ホメロス · イリアス §23.487-23.554

ディオメデスの勝利と賞品を巡る抗議

209 / 226 箇所 · ギリシア語

要旨

ディオメデスが戦車競走で1位に輝き、アンティロコスがメネラオスを抑えて2位となる。アキレウスは不運に見舞われたエウメロスに2等の賞品を与えようとするが、アンティロコスはこれに激しく抗議する。

§23.487ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων. §23.488ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας
どちらの馬が先を行っているかを。 お前が賭けの代償を支払うことで知るために」彼はこう言った。
§23.489χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·
するとオイレウスの子、素早いアイアスは、怒って、激しい言葉で言い返そうとすぐに立ち上がった。
§23.490καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν, §23.491εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·
そして、もしアキレウス自身が立ち上がって言葉を発しなかったならば、彼ら双方の間で論争はさらに進んでいたことであろう。
§23.492μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν §23.493Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.
「アイアスよ、イドメネウスよ、もうこれ以上、激しい悪意に満ちた言葉で言い合うのはやめよ。 ふさわしくもないのだから。
§23.494καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.
お前たち自身も、他の誰かがそのようなことをしたなら憤るであろう。
§23.495ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε §23.496ἵππους·
そうではなく、お前たちは競技場に座って見守るがよい、馬たちを。
οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης §23.497ἐνθάδʼ ἐλεύσονται·
馬たちはすぐに、勝利を目指して先を急ぎながら、ここへやって来る。
τότε δὲ γνώσεσθε ἕκαστος §23.498ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.
その時にこそ、お前たちそれぞれがアルゴスの馬のうち、どれが二番手で、どれが先頭であるかを知るであろう」彼はこう言った。
§23.499ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων, §23.500μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν·
テュデウスの子は、非常に近くまで追撃してやって来て、肩から大きく振りかぶって常に鞭を当てて駆り立てた。
οἳ δέ οἱ ἵπποι §23.501ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.
彼の馬たちは足を高く上げ、速やかに道を進んだ。
§23.502αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, §23.503ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε §23.504ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον·
そして常に、飛び散る埃のしずくが御者を打ち、金と錫で飾られた戦車が、足の速い馬たちに付き従って走った。
οὐδέ τι πολλὴ §23.505γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν §23.506ἐν λεπτῇ κονίῃ·
細かな塵の中に、車輪が残す跡は背後にほとんど残らなかった。
τὼ δὲ σπεύδοντε πετέσθην.
二頭は急いで飛ぶように走った。
§23.507στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς
彼は競技場の真ん中に立ち止まった。
§23.508ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.
馬たちの首筋や胸からは、多くの汗が地面へと湧き出ていた。
§23.509αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος, §23.510κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν·
彼自身は輝く戦車台から地面へと飛び降り、鞭を軛に立てかけた。
οὐδὲ μάτησεν §23.511ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον, §23.512δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα §23.513καὶ τρίποδʼ ὠτώεντα φέρειν·
勇壮なステネロスは躊躇することなく、速やかに賞品を受け取り、気高き仲間たちに女を連れて行かせ、耳付きの三脚釜を運ばせた。
ὃ δʼ ἔλυεν ὑφʼ ἵππους.
そして彼は軛から馬たちを解いた。
§23.514τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους §23.515κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον·
彼に続いて、ネレウスの孫アンティロコスが、決して速さによるのではなく、計略によってメネラオスを追い抜いて馬を駆り入れた。
§23.516ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους.
しかし、それでもメネラオスはすぐ近くに快速の馬たちを従えていた。
§23.517ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα
馬が車輪から離れているのと同じほどの距離を。
§23.518ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·
その馬は主人を平原で戦車を引いて進む、身を乗り出して。
§23.519τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι §23.520οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ
その馬の尾の先の毛が車輪の輪に触れ、彼はすぐ近くを走り、広い平原を走っているときにも、彼らの間にはそれほど大きな隙間はない。
§23.521χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος· §23.522τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο §23.523λείπετʼ·
それほどの距離だけ、メネラオスは非の打ちどころのないアンティロコスから遅れていた。
ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο, §23.524ἀλλά μιν αἶψα κίχανεν·
しかし、最初は円盤の投擲距離ほども遅れていたのだが、すぐに追いついた。
ὀφέλλετο γὰρ μένος ἠῢ §23.525ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·
というのも、アガメムノンの馬、美しい鬣を持つアイテの優れた力が加わっていったからである。
§23.526εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι, §23.527τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν.
もし彼ら双方の競争がさらに先まで続いたならば、彼女は彼を追い抜き、決着を疑いのないものにしたであろう。
§23.528αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος §23.529λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·
しかし、イドメネウスの高潔な従者メリオネスは、名高きメネラオスから槍の届く距離だけ遅れていた。
§23.530βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι, §23.531ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.
なぜなら、彼の美しい鬣の馬たちは最も遅く、彼自身も競技で戦車を駆るのが最も不得手であったからである。
§23.532υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων §23.533ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.
そしてアドメトスの子が他の誰よりも最後にやって来た、美しい戦車を引き、馬たちを前方に追い立てながら。
§23.534τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς, §23.535στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε·
彼を見て、俊足の気高きアキレウスは哀れに思い、アルゴス人たちの中に立ち上がって、翼ある言葉を語った。
§23.536λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·
「最も優れた男が、一蹄の馬たちを駆って最後に到着した。
§23.537ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς §23.538δεύτερʼ·
だが、ふさわしいこととして、彼に二等の賞品を与えようではないか。
ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός. §23.539ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.
しかし一等は、テュデウスの子が持ち去るがよい」彼はこう言った。 すると皆が彼の命じた通りに賛同した。
§23.540καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί, §23.541εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς §23.542Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς·
そして彼は彼に馬を与えたことであろう、アカイア人たちも賛同したのだから、もし、高邁なネストルの子アンティロコスが、立ち上がって、ペレウスの子アキレウスに道理をもって反論しなかったならば。
§23.543ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς §23.544τοῦτο ἔπος·
「アキレウスよ、もしあなたがこの言葉を実行するならば、私はあなたに対して非常に怒るだろう。
μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον §23.545τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω §23.546αὐτός τʼ ἐσθλὸς ἐών·
あなたは私の賞品を奪おうとしているからだ、彼の戦車と速い馬たちが損なわれたということ、そして彼自身が優れた男であることを慮って。
ἀλλʼ ὤφελεν ἀθανάτοισιν §23.547εὔχεσθαι·
しかし彼は不死なる神々に祈るべきであったのだ。
τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.
そうしていれば、彼は追いかけて最後尾で到着することは決してなかったはずだ。
§23.548εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ §23.549ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς §23.550καὶ πρόβατʼ, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι·
もしあなたが彼を哀れに思い、彼があなたの心にとって愛すべき者であるならば、あなたの幕舎には多くの金があり、銅があり、羊たちがおり、女の奴隷たちや一蹄の馬たちもいる。
§23.551τῶν οἱ ἔπειτʼ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον §23.552ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σʼ αἰνήσωσιν Ἀχαιοί.
それらの中から後で取り出して、さらに大きな賞品を彼に与えるがよい、あるいは今すぐにでも。 アカイア人たちがあなたを称賛するように。
§23.553τὴν δʼ ἐγὼ οὐ δώσω·
だが私は彼女を渡さない。
περὶ δʼ αὐτῆς πειρηθήτω §23.554ἀνδρῶν ὅς κʼ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.
彼女をめぐって、私と拳で戦うことを望む者がいるならば、試みるがよい」

語釈・文法注

  1. 23.490καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν, εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο — 直説法過去形(ここではアオリスト中間態 γένετο(=ἐγένετο)および未完了過去中間態 ἀνίστατο)に、ホメロス詩における不変化小辞 κέ を伴う、過去の事実に反する仮定を表す反実仮想条件文。「〜であっただろうに、もし〜でなかったならば」を表す。
  2. 23.514τῷ δʼ ἄρʼ ἐπʼ — 前置詞 ἐπί が指示代名詞 τῷ(ディオメデスを指す)の後に置かれ、アクセントが前に移る「アナストロペ(後置)」の現象。「彼(ディオメデス)に続いて」あるいは「彼のすぐ後ろから」を意味する。
  3. 23.540καί νύ κέ οἱ πόρεν... εἰ μὴ ἄρʼ Ἀντίλοχος... ἠμείψατʼ — 490行目と同様に、過去の反実仮想(もし〜でなかったなら、〜したであろう)を表す。帰結節の不変化小辞 κέ + 直説法過去(πόρεν はアオリスト)と、条件節の εἰ μὴ + 直説法過去(ἠμείψατο のアオリスト)の組み合わせ。

この箇所を引用する

ホメロス, イリアス §23.487-23.554. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:23.487-23.554

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。