§23.487ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων. §23.488ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας §23.489χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·
which horses are in front, so that you may know by paying the wager." So he spoke, and swift Ajax, son of Oileus, rose up at once, grieved to answer with harsh words.
§23.490καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν, §23.491εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον· §23.492μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν §23.493Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.
And now the strife between them would have gone even further, if Achilles himself had not stood up and spoke: "No longer now answer with harsh words, Ajax and Idomeneus, with evil terms, for it is not fitting.
§23.494καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.
You both would be angry with any other who should do such things.
§23.495ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε §23.496ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης §23.497ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος §23.498ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν. §23.499ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων, §23.500μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι §23.501ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.
But sit in the assembly and look upon the horses; they themselves will soon come here in their eagerness for victory; and then you will each know the horses of the Argives, which are second and which are in front." So he spoke, and the son of Tydeus came driving very near, and with his lash he always drove from the shoulder; and his horses lifted their feet high as they swiftly sped on their way.
§23.502αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, §23.503ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε §23.504ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ §23.505γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν §23.506ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.
And always the drops of dust hit the charioteer, and the chariot overlaid with gold and tin ran close upon the swift-footed horses; nor was there much track of the wheel-tires behind in the fine dust; but the two flew on in their haste.
§23.507στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς §23.508ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.
He stood in the midst of the assembly, and much sweat gushed to the ground from the horses' necks and from their chests.
§23.509αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος, §23.510κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν §23.511ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον, §23.512δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα §23.513καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους.
And he himself leapt to the ground from the shining chariot-seat, and leaned his whip against the yoke; nor did brave Sthenelus delay, but eagerly took the prize, and gave the woman to his high-spirited companions to lead away, and the tripod with ears to carry; and he himself loosed the horses from the yoke.
§23.514τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους §23.515κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον· §23.516ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους.
And after him Antilochus, son of Neleus, drove his horses, having passed Menelaus by craft, and not at all by speed; yet even so Menelaus kept his swift horses close.
§23.517ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα §23.518ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι· §23.519τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι §23.520οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ §23.521χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος· §23.522τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο §23.523λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο, §23.524ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ §23.525ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·
As far as a horse is distant from the wheel, which draws its master with the chariot, straining over the plain; and the outermost hairs of its tail touch the wheel-tire, and it runs very near, nor is there much space between them as it speeds over the wide plain; so far indeed Menelaus was left behind by noble Antilochus; yet though at first he had been left behind as far as a discus-cast, he quickly caught him up; for the good strength was increasing of Agamemnon's horse, beautiful-maned Aethe.
§23.526εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι, §23.527τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν.
And if the race had been even further for both of them, she would have passed him, and not left the matter in doubt.
§23.528αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος §23.529λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν· §23.530βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι, §23.531ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.
But Meriones, the brave attendant of Idomeneus, was left behind a spear's throw from glorious Menelaus; for his beautiful-maned horses were the slowest, and he himself was the least skilled at driving a chariot in the race.
And the son of Admetus came last of all the others, dragging his beautiful chariot and driving his horses before him.
§23.534τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς, §23.535στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε· §23.536λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους· §23.537ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς §23.538δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός. §23.539ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.
And seeing him, swift-footed noble Achilles pitied him, and standing up among the Argives spoke winged words: "The best man is driving his single-hoofed horses last; but come, let us give him a prize, as is fitting, the second; but let the son of Tydeus carry off the first." So he spoke, and they all approved as he ordered.
§23.540καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί, §23.541εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς §23.542Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς· §23.543ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς §23.544τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον §23.545τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω §23.546αὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισιν §23.547εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.
And now he would have given him the horse, for the Achaeans approved, if Antilochus, son of great-hearted Nestor, had not stood up and answered Achilles, son of Peleus, with justice: "O Achilles, I shall be very angry with you if you perform this word; for you are about to take away my prize, thinking of this, that his chariot and swift horses were harmed, and he himself is a brave man; but he ought to have prayed to the immortals; then he would not have come last of all in the pursuit.
§23.548εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ §23.549ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς §23.550καὶ πρόβατʼ, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι· §23.551τῶν οἱ ἔπειτʼ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον §23.552ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σʼ αἰνήσωσιν Ἀχαιοί.
But if you pity him and he is dear to your heart, you have much gold in your tent, and bronze, and sheep, and you have handmaids and single-hoofed horses; of these give him a greater prize hereafter, taking from them, or even right now, so that the Achaeans may praise you.