Humanitext Reader

ホメロス · イリアス §22.260-22.322

誓約の拒絶と決闘におけるヘクトルの最後の突撃

198 / 226 箇所 · ギリシア語

要旨

アキレウスはヘクトルからの遺体返還と誓約の提案を拒絶し、両者の決闘が始まる。互いに槍を投げ合うも決定打を欠き、アテナの欺きを知って死を悟ったヘクトルは、剣を抜いてアキレウスに最後の突撃を試みる。

§22.260τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
これを、足の速いアキレウスは、鋭く睨みつけながら語りかけた。
§22.261Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·
「ヘクトルよ、忘れ得ぬ怨敵よ、私に盟約など語るな。
§22.262ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά, §22.263οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν, §22.264ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν, §22.265ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν
ライオンと人間の間に信頼できる誓約が存在しないように、狼と羊が心を一つにすることがなく、常に互いに害意を抱き合っているように、そのように、私とお前が愛し合うことなどあり得ず、また我ら二人の間に誓約が交わされることもない。
§22.266ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα §22.267αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
どちらか一方が倒れ、盾を掲げて戦う戦神アレスに、その血を飽くまで吸わせるまでは。
§22.268παντοίης ἀρετῆς μιμνήσκεο·
あらゆる武勇を思い起こせ。
νῦν σε μάλα χρὴ §22.269αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
今こそお前は、槍使いとなり、勇敢な戦士とならねばならぬ。
§22.270οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη §22.271ἔγχει ἐμῷ δαμάᾳ·
お前にもはや逃げ道はない。 パラス・アテナがただちに私の槍でお前を討ち滅ぼすだろう。
νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις §22.272κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.
お前が狂い戦って槍で殺した、私の仲間たちの、すべての哀しみを今一度に償うのだ。
§22.273ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
」彼はそう言うと、長い影を投げる槍を大きく振りかざして放った。
§22.274καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·
輝かしいヘクトルは、それを正面から見据えて身をかわした。
§22.275ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος, §22.276ἐν γαίῃ δʼ ἐπάγη·
迫り来るのを見て身をかがめたので、青銅の槍は彼の上を飛び去り、地面に突き刺さった。
ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη, §22.277ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν.
しかしパラス・アテナがそれを引き抜き、軍勢の牧者ヘクトルに気づかれぬよう、再びアキレウスに返した。
§22.278Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·
ヘクトルは非の打ちどころなきペレウスの子にこう語りかけた。
§22.279ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
「外したな、神に似たアキレウスよ。
§22.280ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε·
お前はゼウスから私の死の定めを知らされてはいなかったのだ、そう言わんばかりであったが。
§22.281ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων, §22.282ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.
お前は口先が上手く、言葉を操って欺く者にすぎなかった、私がお前を恐れて勇気と闘志を忘れるようにと企んで。
§22.283οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,
逃げ走る私の背中に、お前が槍を突き刺すことはない。
§22.284ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον §22.285εἴ τοι ἔδωκε θεός·
正面から立ち向かう私の胸を貫いてみよ、神がお前をそうさせ給うなら。
νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι §22.286χάλκεον·
さあ、今度は私の青銅の槍をかわしてみよ。
ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.
願わくばそれをお前の身体に余さず受け止めるがよい。
§22.287καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο §22.288σεῖο καταφθιμένοιο·
お前が斃れれば、トロイア人にとってこの戦争は遥かに軽くなるだろう。
σὺ γάρ σφισι πῆμα μέγιστον.
お前こそ彼らにとって最大の災いなのだから。
§22.289ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, §22.290καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε·
」彼はそう言うと、長い影を投げる槍を大きく振りかざして放ち、ペレウスの子の盾の真ん中を射当て、的を外さなかった。
§22.291τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ·
しかし槍は盾から遠く跳ね返された。
χώσατο δʼ Ἕκτωρ §22.292ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
ヘクトルは怒りに震えた、鋭い武器が己の手から虚しく放たれてしまったから。
§22.293στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος.
彼はうつむいて立ち尽くした。 もはや予備のトネリコの槍を持っていなかった。
§22.294Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας· §22.295ᾔτεέ μιν δόρυ μακρόν·
彼は白い盾を持つデポボスを大声で呼び、長い槍を求めた。
ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν.
しかし彼は近くにはいなかった。
§22.296Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
ヘクトルはすべてを悟り、心の中で叫んだ。
§22.297ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·
「ああ、悲しいかな、神々はまさに私を死へと召されたのだ。
§22.298Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι· §22.299ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη.
私は英雄デポボスが傍らにいるものとばかり思っていたが、彼は城壁の内におり、アテナが私を欺いたのだ。
§22.300νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν,
今や惨い死がすぐ近くにあり、もはや遠くはない。
§22.301οὐδʼ ἀλέη·
逃れる術もない。
ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν §22.302Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε §22.303πρόφρονες εἰρύατο·
ゼウスと、その子である遠矢射る神にとって、以前は私を好意的に守ってくれた彼らににとって、これがかねてからの望みだったのだ。
νῦν αὖτέ με μοῖρα κιχάνει.
今、ついに運命が私に追いついた。
§22.304μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην, §22.305ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
だが、戦いもせず無名のうちに滅びはしない、後世の人々が語り継ぐような、大いなる業を成し遂げてから死のう。
§22.306ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ, §22.307τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,
」こう語ると、彼は脇腹に吊るした、大きく頑丈な鋭い剣を引き抜いた。
§22.308οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις, §22.309ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν §22.310ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν·
そして身を縮めて躍りかかった、まるで高空を飛ぶ鷲が、暗い雲を抜けて平野へと降下し、か弱い羊や臆病な野兎をひったくろうとするかのように。
§22.311ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.
そのようにヘクトルは、鋭い剣を振りかざして躍りかかった。
§22.312ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν
アキレウスも突進した。
§22.313ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε §22.314καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ §22.315τετραφάλῳ·
荒ぶる闘志で心を満たし、精巧に作られた美しい盾で胸を覆い、四つの角を持つ、輝く兜を揺らした。
καλαὶ δὲ περισσείοντο ἔθειραι §22.316χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
ヘパイストスが兜の羽飾りの周りに豊かにあしらった、美しい黄金の房毛が、激しく揺れ動いた。
§22.317οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ §22.318ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ, §22.319ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς
暗闇の夜に、星々の間に進み出る宵の明星、天に輝く最も美しい星のように、そのように、アキレウスが右手に携えて振りかざす鋭い槍の穂先から、光が放たれた。
§22.320πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ §22.321εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.
彼は高貴なヘクトルに災いをもたらそうと、最も突き通しやすい箇所を狙って、その美しい肌をじっと見つめていた。
§22.322τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα
ヘクトルの身体の他の部分は、青銅の武具が覆っていた、

語釈・文法注

  1. 22.261ἄλαστε — 呼格 ἄλαστε は「忘れ得ぬ、忘れがたい悪事を働く者、忌まわしい者」を意味し、ここではアキレウスがヘクトルに対して抱く容赦のない憎悪と、一切の妥協を排する強い決意を表している。
  2. 22.266πρίν γʼ ἢ ἕτερόν γε πεσόντα — 接続詞 πρίν ἤ(〜するまでは)が対格不定詞(A.C.I.)構文を導いている。ἕτερον πεσόντα(どちらか一方が倒れて)が不定詞 ἆσαι(飽くまで吸わせる)の意味上の主語(対格)であり、どちらか一方が斃れるまで誓約はあり得ないという時間的条件を示す。
  3. 22.282ὄφρά σʼ ὑποδείσας — 目的を示す接続詞 ὄφra(〜するために)が接続法 λάθωμαι を伴う。アオリスト分詞 ὑποδείσας は原因または伴随状況を示し、「お前を恐れて私が自分の気力と武勇を忘れるように(お前が仕向けた)」というヘクトルが解釈した相手の意図を表す。
  4. 22.305ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι — 直前の願望希求法 ἀπολοίμην(滅びんことを)と対置される独立不定詞の用法であり、強い意志や不退転の決意を表明している。「むしろ大いなることを成し遂げて、後世の人々がそれを耳にするように(死にたい)」の意。
  5. 22.321ὅπῃ εἴξειε μάλιστα — 間接疑問節を導く ὅπῃ... の中の動詞 εἴξειε は、主節の時制(未完了過去の分詞 εἰσορόων)に対応して斜格希求法(optative of oblique clause)となっており、アキレウスが「どこが最も突き通しやすいか」とヘクトルの肉体をじっと観察している状況を客観的に記述している。

この箇所を引用する

ホメロス, イリアス §22.260-22.322. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:22.260-22.322

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。