Humanitext Reader

荷马 · 伊利亚特 §22.260-22.322

拒绝立约与决斗中赫克托尔的最终冲锋

第 198 段,共 226 段 · 希腊语

内容简介

阿基琉斯拒绝了赫克托尔关于归还遗体和立约的提议,双方展开决斗。在两人的投枪均未致命后,赫克托尔意识到自己受雅典娜蒙骗且死期将至,于是拔剑作最后一搏,而阿基琉斯则手持闪亮的长枪寻找其铠甲缝隙准备迎击。

§22.260τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §22.261Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·
足疾的阿基琉斯狠狠地瞪着他,开口说道: “赫克托尔啊,你这不可宽恕之徒,莫要对我谈什么盟约。
§22.262ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά, §22.263οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν, §22.264ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν, §22.265ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν §22.266ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα §22.267αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
正如狮子与人类之间没有可信的誓约,狼与羔羊也不会心意相通,而是始终在彼此心怀恶意,你我之间也绝不可能友好相处,我们两人之间也不会有什么盟约,除非我们中有一人先倒下,用鲜血喂饱那手持牛皮盾的战神阿瑞斯。
§22.268παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ §22.269αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
想起你的一切武勇吧;现在你极需成为一个枪手和勇敢的战士。
§22.270οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη §22.271ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις §22.272κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.
你已无路可逃,帕拉斯·雅典娜即刻便会用我的长枪将你制伏;如今你将一并偿还我伙伴们的全部悲痛,那些你曾挺枪狂杀的人。
§22.273ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος· §22.274καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ· §22.275ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος, §22.276ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη, §22.277ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν.
” 他说完,便振臂投出了长影如盖的标枪;耀眼的赫克托尔迎面看着它,躲了过去;因为他预先看见并蹲下身,那青铜长枪便从他头顶飞过,扎入地中;但帕拉斯·雅典娜将它拔起,重新交还给阿基琉斯,而这并没让人民的牧者赫克托尔察觉。
§22.278Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα· §22.279ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
赫克托尔对无瑕的佩琉斯之子说道: “你投偏了!
§22.280ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε· §22.281ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων, §22.282ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.
看来,神一样的阿基琉斯啊,你并没有从宙斯那里得知我的命运,即便你口头上曾断言如此;你不过是个言辞伶俐、巧舌如簧之辈,企图让我因惧怕你而遗忘自己的力量与勇气。
§22.283οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις, §22.284ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον §22.285εἴ τοι ἔδωκε θεός·
在我逃跑时,你休想把长枪刺入我的后背,而是要在迎面冲锋的我胸前刺穿过去,如果神明真的赐予你这机会。
νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι §22.286χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.
现在,你且躲开我这青铜的长枪吧;愿你用你的皮肉将它悉数收下!
§22.287καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο §22.288σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.
倘若你命丧黄泉,特洛伊人的战争也会变得轻松,既然你已死去;因为你正是他们最大的灾星。
§22.289ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, §22.290καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε· §22.291τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρ §22.292ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός, §22.293στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος.
” 他说完,便振臂投出了长影如盖的长枪,击中了佩琉斯之子盾牌的中央,未曾偏离;但长枪从盾牌上远远弹开;赫克托尔登时勃然大怒,因为那迅捷的兵刃竟虚妄地从他手中飞出,他沮丧地立在那里,手中已无第二柄梣木长枪。
§22.294Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας· §22.295ᾔτεέ μιν δόρυ μακρόν· ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν.
于是他高声大喊,呼唤那持白盾的德伊福玻斯,向他索要长枪;然而对方根本不在他的身旁。
§22.296Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· §22.297ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·
赫克托尔心中豁然明白,他对自己说道: “啊,悲夫!
§22.298Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι· §22.299ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη.
诸神定是将我召唤向死亡;我原本以为英雄德伊福玻斯就在身边,他其实还在城墙里,是雅典娜欺骗了我。
§22.300νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν, §22.301οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν §22.302Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε §22.303πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.
如今悲惨的死亡已迫在眉睫,不再遥远,也无处可避;因为这在过去似乎更合乎宙斯和宙斯之子远射神的意愿,他们以往曾欣然庇护着我;而如今,命运终于追上了我。
§22.304μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην, §22.305ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
但我绝不愿不战而降、默默无闻地死去,必先成就一番伟业,留待后世传颂。
§22.306ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ, §22.307τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε, §22.308οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις, §22.309ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν §22.310ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν· §22.311ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.
” 他如此说着,便拔出了那柄悬在腰际、巨大而沉重的锋利宝剑,他蜷紧身体,如同一只在高空翱翔的雄鹰,穿过阴暗的云层直冲向平原,去攫取一只娇嫩的羔羊或是一只蜷缩的野兔;赫克托尔正是这样,挥舞着锋利的宝剑,猛扑上去。
§22.312ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν §22.313ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε §22.314καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ §22.315τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι §22.316χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
阿基琉斯也迎面冲去,他的心中充满了狂暴的斗志,他在胸前遮挡着那面精美巧妙的盾牌,摆动着那闪亮的、拥有四重顶饰的头盔;在头盔的羽冠周围,赫菲斯托斯密密麻麻饰上的金色美丽鬃毛也随之剧烈摇曳。
§22.317οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ §22.318ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ, §22.319ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς §22.320πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ
正如在黑夜的暮色中,群星之间的那一颗长庚星,它是伫立在天空中最美丽的星辰,阿基琉斯右手所持、准备刺向高贵赫克托尔以降下灾祸的那柄锐利长枪,其枪尖便闪烁着这样的光芒。
§22.321εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.
他审视着对方美丽的皮肉,寻找最易刺入的空隙。
§22.322τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα
赫克托尔身体的其他部位,已被那青铜铠甲

词汇与语法注释

  1. 22.261ἄλαστε — 呼格 ἄλαστε 意为“不可遗忘的[恶人]”或“该诅咒的”,表达了阿基琉斯对赫克托尔绝不姑息的刻骨仇恨,以及拒绝进行任何妥协的坚定立场。
  2. 22.266πρίν γʼ ἢ ἕτερόν γε πεσόντα — 连词 πρίν ἤ(在……之前、直到……)引导对格加不定式(A.C.I.)结构,其中对格分词短语 ἕτερον πεσόντα(两者中倒下的那一个)是不定式 ἆσαι(喂饱、使满足)的逻辑主语,用以限定达成契约的前提条件。
  3. 22.282ὄφρά σʼ ὑποδείσας — 目的连词 ὄφra(为了……)后接虚拟式 λάθωμαι。不定过去时主动分词 ὑποδείσας(惧怕)表示伴随状况或原因,意在说明“好让我因惧怕你而遗忘自己的力量与勇气”。
  4. 22.305ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι — 此处是不定式独立用于表达强烈的决心或意愿,与前句的祈愿希求式 ἀπολοίμην(愿我死掉)形成对比,表达了赫克托尔至死不渝的决心:“但愿我在成就一番让后世能听闻的伟业后再死。”
  5. 22.321ὅπῃ εἴξειε μάλιστα — 间接疑问从句 ὅπῃ... 中的动词 εἴξειε 是斜格希求式(受到主句过去时分词 εἰσορόων 的影响而变为希求式),反映了阿基琉斯当时在心中搜寻、审视对方身上“何处最易刺穿”的主观意图。

引用这一段

荷马, 伊利亚特 §22.260-22.322. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:22.260-22.322

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。