Humanitext Reader

ホメロス · イリアス §22.323-22.385

ヘクトルの最期とアカイア軍による遺体の侮辱

199 / 226 箇所 · ギリシア語

要旨

アキレウスはヘクトルの露出した喉を槍で貫き、遺体返還の懇願を冷酷に拒絶して討ち取った後、駆け寄ったアカイア人たちと共に彼の遺体を辱める。

§22.323καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·
美しい武具、それは彼が力強いパトロクロスを殺して奪い取ったものだった。
§22.324φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι
だが、鎖骨が肩から首を支えている箇所、すなわち喉が露出していた。
§22.325λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·
そこは命が最も早く失われる場所であった。
§22.326τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς,
そこをめがけて、高貴なアキレウスは突進する彼に槍を突き刺した。
§22.327ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·
槍の穂先は、柔らかい首をまっすぐに貫いた。
§22.328οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
しかし、青銅で重いトネリコの槍は気管を断ち切ることはなかった。
§22.329ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
彼が言葉を交わし、答えることができるように。
§22.330ἤριπε δʼ ἐν κονίῃς·
彼は塵の中に倒れた。
ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·
高貴なアキレウスは勝ち誇って言った。
§22.331Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων §22.332σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα §22.333νήπιε·
「ヘクトルよ、お前はパトロクロスを殺したとき、自分が安全であるだろうと思い、遠くにいる私のことなど全く気にかけなかったな、愚か者め。
τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων §22.334νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,
彼の遠く離れたところで、はるかに優れた復讐者として、凹型の船のそばに、この私が後に残されていたのだ。
§22.335ὅς τοι γούνατʼ ἔλυσα·
お前の膝の力を抜いたこの私が。
σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ §22.336ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.
お前は犬と鳥どもが無残に引き裂くだろうが、彼(パトロクロス)はアカイア人たちが葬るだろう。
§22.337τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
」これを、瀕死のヘクトルが兜を揺らしながら語りかけた。
§22.338λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων
「お前の命と膝、そしてお前の両親にかけて懇願する。
§22.339μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,
私をアカイア人の船のそばで犬たちに食い尽くさせないでくれ。
§22.340ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο §22.341δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,
むしろ、お前は十分な青銅と黄金を、私の父と高貴な母が与えるであろう贈り物を手に入れ、私の遺体を家に返してくれ。
§22.342σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με §22.343Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
死んだ私に火(火葬)の恵みを与えられるように、トロイアの男たちとトロイアの妻たちが。
§22.344τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·
」これを、足の速いアキレウスは鋭く睨みつけながら語りかけた。
§22.345μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·
「犬め、私の膝や両親にかけて懇願するな。
§22.346αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη §22.347ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,
私自身の怒りと魂が、お前の仕打ちを思えば、お前の肉を切り刻んで生食いしたいと促すほどだ。
§22.348ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,
だから、お前の頭から犬を追い払える者など誰もいない。
§22.349οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα §22.350στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,
たとえ10倍、20倍もの身代金をここに持ってきて量り、さらに別のものを約束しようとも。
§22.351οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι §22.352Δαρδανίδης Πρίαμος·
たとえダルダノスの子プリアモスが、お前自身の重さの黄金で贖おうと言おうとも。
οὐδʼ ὧς σέ γε πότνια μήτηρ §22.353ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,
それでもお前の尊い母が、自ら産んだお前を寝台に横たえて泣くことはない。
§22.354ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.
むしろ、犬と鳥どもがお前を余さず食い尽くすだろう。
§22.355τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·
」これを、死にゆくヘクトルが兜を揺らしながら語りかけた。
§22.356ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον
「やはり、お前をよく知った上で見つめている。
§22.357πείσειν·
お前を説得することなどできそうになかった。
ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.
お前の胸の中の心は鉄なのだから。
§22.358φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι §22.359ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων §22.360ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.
だが心せよ、私が神々の怒りとお前にとってならぬように、その日、パリスとフォイボス・アポロンが勇猛なお前をスカイア門で滅ぼすその日に。
§22.361ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,
」彼がそう語ると、死の結末が彼を覆った。
§22.362ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
魂は手足から飛び去ってハデスの館へと行った。
§22.363ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
男らしさと若さを残し、自らの運命を嘆きながら。
§22.364τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·
高貴なアキレウスは、死んだ彼に向かってこう語りかけた。
§22.365τέθναθι·
「死んでおれ。
κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ §22.366Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.
私の運命は、その時が来ればいつでも受け入れよう、ゼウスと他の不死の神々がそれを遂行しようと望む時に。
§22.367ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,
」彼はそう言うと、死体から青銅の槍を引き抜き、それを脇に置いた。
§22.368καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα §22.369αἱματόεντʼ·
そして彼の肩から武具を剥ぎ取った、血塗られた武具を。
ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,
アカイアの他の息子たちが周りに駆け寄ってきた。
§22.370οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν §22.371Ἕκτορος·
彼らはヘクトルの見事な体格と容姿を感嘆して見つめた。
οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.
誰も彼に傷を負わせずにそばに立つ者はなかった。
§22.372ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
ある者は隣の者を見てこう言った。
§22.373ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι §22.374Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.
「おお、ヘクトルは今の方がずっと手触りが柔らかい、船を激しい火で焼き払おうとしていた時よりも。
§22.375ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.
」そのように人々は語り、そばに立って彼を突き刺した。
§22.376τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς, §22.377στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν·
足の速い高貴なアキレウスが彼から武具を剥ぎ取ると、アカイア人たちの中に立って、翼ある言葉を語った。
§22.378ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες §22.379ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν, §22.380ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι,
「友よ、アルゴス人の指導者たち、支配者たちよ、神々がこの男を征服させてくれた今、彼は他の皆がもたらした以上の多くの災いをもたらした。
§22.381εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,
さあ、武具をつけたまま、都市の周りを偵察してみよう。
§22.382ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν,
トロイア人たちがどのような意図を抱いているか、まだ知るために。
§22.383ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος, §22.384ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος.
彼が倒れた今、彼らがアクロポリス(城塞)を捨てるのか、それともヘクトルがいなくなっても留まり戦うつもりなのか。
§22.385ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
しかし、なぜ私の愛する心は私にこのようなことを語ったのか。 」

語釈・文法注

  1. §22.323βίην Πατρόκλοιο — 「パトロクロスの力」という表現は叙事詩における定型の迂言法(ペリフラシス)であり、「力強いパトロクロス」そのものを指す。
  2. §22.328ἀπʼ ... τάμε — 動詞 ἀποτέμνω (切り離す)の分離(tmesis)。前置詞 ἀπό が動詞本体の τάμε (アオリスト)から離れて配置され、間に主語などの語句が挟み込まれている。
  3. §22.338ὑπὲρ ψυχῆς — 前置詞 ὑπέρ が属格を伴い、誓願や嘆願(supplication)において「〜にかけて(〜のために)」という強い懇願を伴う懇願の格関係を示す叙事詩特有の用法。
  4. §22.346αἲ γάρ — 接続法 ἀνήη を伴い、実現不可能な(しかし話者が強く望む)願望を表す。アキレウスのヘクトルに対する激しい憎悪を際立たせる表現。
  5. §22.371οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη — 「誰も傷を負わせずにそばに立つ者はいなかった」という強い二重否定的な肯定文であり、死体のもとに来たアカイア人全員がヘクトルの遺体を突き刺したことを示している。
  6. §22.385τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; — 叙事詩において、話者がこれまでの思考やためらいを打ち切り、より切迫した別の義務や関心事(ここではパトロクロスの埋葬)へと意識を向ける際の定型的な自問表現。

この箇所を引用する

ホメロス, イリアス §22.323-22.385. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:22.323-22.385

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。