Humanitext Reader

ホメロス · イリアス §22.196-22.259

ゼウスの黄金の天秤と欺くアテナ

197 / 226 箇所 · ギリシア語

要旨

アキレウスに追われるヘクトルだが、ゼウスが黄金の天秤で二人の運命を測るとヘクトルの死の運命が冥府へと沈む。アテナはデポボスに化けてヘクトルの前に現れ、アキレウスに立ち向かうよう彼を説得する。

§22.196εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,
もしや上から彼らが矢や槍で助けてくれはしないかと。
§22.197τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς §22.198πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί.
しかし、そのたびにアキレウスは先回りして、彼を平野の方へと追い返し、自身は常に都の側に沿って走った。
§22.199ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·
まるで夢の中で、逃げる者を追いかけることができないように。
§22.200οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν·
逃げる者も逃げ切れず、追う者も追いつくことができない。
§22.201ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι.
そのように、アキレウスも足で彼に追いつけず、ヘクトルも逃れることができなかった。
§22.202πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο, §22.203εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων §22.204ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;
だが、ヘクトルはどうして死の運命を免れることができただろうか、もし最期の、そして本当に最後の時に、アポロンが彼の前に近く現れ、彼の気力と素早い膝を奮い立たせなかったならば。
§22.205λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς, §22.206οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα, §22.207μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.
高貴なアキレウスは、味方の軍勢に首を振って合図し、ヘクトルに向けて痛烈な飛び道具を放つことを許さなかった、誰かが彼を射て誉れを奪い、自分が二番手になることがないように。
§22.208ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο, §22.209καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα, §22.210ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, §22.211τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,
しかし、四度目に彼らが泉の傍らに至ったとき、まさにそのとき、父なるゼウスは黄金の天秤を掲げ、その中に、長く哀しみをもたらす死の運命を二つ置いた、一つはアキレウスの、もう一つは馬を駆るヘクトルの運命を。
§22.212ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,
そして真ん中を掴んで天秤を引き上げると、ヘクトルの定めの日は沈み、ハデスの冥府へと傾いていった。
§22.213ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
そしてフォイボス・アポロンは彼を見捨てた。
§22.214Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη, §22.215ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
一方、ペレウスの子のもとには、輝く目の女神アテナがやって来て、彼の近くに立ち、翼ある言葉を語りかけた。
§22.216νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ §22.217οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας §22.218Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.
「今こそ、ゼウスに愛されし輝かしいアキレウスよ、我ら二人はアカイア人に船着き場へと大いなる名誉をもたらすであろうと私は期待する、たといヘクトルがどれほど戦いに飢えた者であっても、彼を討ち倒すことによって。
§22.219οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι, §22.220οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων §22.221προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
もはや、彼が我々から逃れることは不可能だ、たとい遠矢射るアポロンが、父なるアイギス保持者ゼウスの前に幾度も身を投げ出して、ひたすら懇願したとしても。
§22.222ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι
さあ、お前は今ここに立ち止まって息を整えるがよい。
§22.223οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.
この男のところへは私が行き、お前と正面から戦うよう説得してこよう。
§22.224ὣς φάτʼ Ἀθηναίη, ὃ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ,
」アテナがそのように語ると、彼は従い、心の中で喜んだ。
§22.225στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.
そして彼は、青銅の穂先を持つトネリコの槍に寄りかかって立ち止まった。
§22.226ἣ δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον §22.227Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·
女神は彼のもとを去り、高貴なヘクトルに追いついた、姿形も、たゆむことなき声も、デポボスに生き写しとなって。
§22.228ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
彼女は彼の近くに立ち、翼ある言葉を語りかけた。
§22.229ἠθεῖʼ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς §22.230ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων·
「兄上、足の速いアキレウスが、プリアモスの都の周りをお前を素早い足で追い回し、実にお前を追い詰めております。
§22.231ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
さあ、私たちは踏みとどまり、立ち向かって防ぎ止めましょう。
§22.232τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
」これに対して、兜に揺れる房毛も鮮やかな大ヘクトルが答えて言った。
§22.233Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα §22.234γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·
「デポボスよ、お前は以前から、ヘカベとプリアモスが生んだ兄弟たちの中で、私にとって群を抜いて最も愛する者であった。
§22.235νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,
だが今、私は心の中で、お前をさらに深く敬おうと思う。
§22.236ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι, §22.237τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι.
お前は私のために、他の者たちが城壁の内側にとどまっている中で、その目でこの状況を見て、わざわざ外へと出てきてくれたのだから。
§22.238τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
」これに対して、輝く目の女神アテナが答えて言った。
§22.239ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ §22.240λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι,
「兄上、父上も高貴な母上も、そして周りの仲間たちも、私の膝にすがりつき、代わる代わる引き留めて、そこにとどまるよう激しく懇願いたしました。
§22.241αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·
誰もがそれほどに恐れおののいているのです。
§22.242ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.
しかし、私の心の内は、深く痛ましい哀しみで苛まれておりました。
§22.243νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων §22.244ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς §22.245νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται §22.246νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.
さあ、今は真っ向から、熱き闘志を抱いて戦いましょう。 槍を惜しんではなりません。 アキレウスが私たち二人を打ち殺し、血にまみれた武具を奪って、空ろな船へと持ち去るのか、あるいはお前の槍によって、彼が屈服させられるのか、見極めようではありませんか。
§22.247ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη·
」アテナはそのように語り、策略をもって先導した。
§22.248οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, §22.249τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
二人が互いに近づき、間近に迫ったとき、兜に揺れる房毛も鮮やかな大ヘクトルが、先に言葉をかけた。
§22.250οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ
「ペレウスの子よ、私はもうお前から逃げはしない。
§22.251τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην §22.252μεῖναι ἐπερχόμενον·
かつてのようにプリアモスの偉大な都の周りを三度逃げ回り、立ち向かってお前の襲撃を待つ勇気がなかった時のようには。
νῦν αὖτέ με θυμὸς ἀνῆκε §22.253στήμεναι ἀντία σεῖο·
今や、私の心はお前に正面から立ち向かうよう私を促している。
ἕλοιμί κεν ἤ κεν ἁλοίην.
私が打ち倒すか、あるいは倒されるかだ。
§22.254ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα·
さあ、ここに神々をお呼びして、誓いを立てよう。
τοὶ γὰρ ἄριστοι §22.255μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·
神々こそは最上の証人であり、我らの盟約の監視者となってくださるだろう。
§22.256οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς §22.257δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·
私はお前を酷く辱めるようなことはしない。 もしゼウスが私に勝利を授け、お前の命を奪うことになったとしても。
§22.258ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ §22.259νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν·
アキレウスよ、お前から誉れ高い武具を剥ぎ取った後には、その亡骸をアカイア人に返そう。
ὣς δὲ σὺ ῥέζειν.
お前もまた、そのようにしてくれ。 」

語釈・文法注

  1. 22.196εἴ πως — 先行する §22.194 の「〜しようとするたびに(ὁσσάκι δʼ ὁρμήσειε)」に続く従属節で、期待や目的(「もしや彼らが上方から飛び道具で助けてくれはしないかと」)を表す。
  2. 22.202πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο, εἰ μή — 接続詞 εἰ μή(もし〜でなかったら)を伴う、過去の事実に対する反実仮想、あるいは過去における潜在的可能の文。直説法過去(アオリスト)に小辞 κεν(ἄν)が随伴し、「アポロンが最期に彼に立ち会わなかったならば、ヘクトルはどうして死の運命を免れ得たであろうか(免れ得なかっただろう)」という意味になる。
  3. 22.216νῶι ἔολπα ... οἴσεσθαι ... Ἕκτορα δῃώσαντε — 動詞 ἔολπα(私は期待する)が未来不定詞 οἴσεσθαι を伴う。不定詞の意味上の主語が主節と同じ双数のため、主格の双数主語 νῶι(我ら二人が)とそれに一致する双数分詞 δῃώσαντε(討ち倒して)が用いられており、「ヘクトルを打ち倒して、我ら二人がアカイア人に大いなる名誉をもたらすことを私は期待する」という構造になっている。
  4. 22.259ὣς δὲ σὺ ῥέζειν — 不定詞 ῥέζειν が命令の機能を果たしている(命令的不定詞)。主語の代名詞 σὺ が主格のまま置かれており、「あなたもまたそのようにせよ」とヘクトルがアキレウスに求めている。

この箇所を引用する

ホメロス, イリアス §22.196-22.259. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:22.196-22.259

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。