§22.129βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·
「やはり、できるだけ早く戦いをもってぶつかり合うのがよい。
§22.130εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.
オリンポスの神が、どちらの者に勝利の栄光を与えるか、見てみよう。
」そのようにヘクトルが踏みとどまりながら思案していると、彼の近くにアキレウスがやって来た、兜を揺らす戦士、軍神エニュアリオスに似た姿で。
§22.133σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον §22.134δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ §22.135ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.
右肩の上でペリオン山産の恐ろしいトネリコの槍を揺らし、その周りでは、青銅の武具が輝いていた、まるで燃え盛る火、あるいは昇り来る太陽の輝きのように。
§22.136Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη §22.137αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·
ヘクトルは、彼を目にすると震えに襲われ、もはや耐えてその場にとどまることができず、門を背後にして逃げ去った。
§22.138Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.
ペレウスの子は、自らの素早い足に信頼を置いて、激しく追いかけた。
山の中で、鳥たちの中で最も素早いタカが、臆病なハトを求めて、容易に襲いかかるように。
§22.141ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς §22.142ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·
ハトは身をかわして逃げ惑い、タカは間近で鋭く鳴き声を上げながら、激しく襲いかかり、それを捕らえよと心が促す。
§22.143ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ §22.144τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα.
そのように、アキレウスは激しい闘志を抱いてまっすぐに飛び、ヘクトルは恐怖に震えてトロイア人の城壁の下を、素早い膝を動かして逃げた。
二人は見張り台と、風にそよぐ野イチジクの木の傍らを通り、城壁の下から離れて、常に馬車道に沿って突っ走った。
§22.147κρουνὼ δʼ ἵκανον καλλιρρόω·
そして、美しく流れる二つの泉に至った。
ἔνθα δὲ πηγαὶ §22.148δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.
そこでは渦巻くスカマンドロス川の二つの水源が湧き出ている。
§22.149ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς §22.150γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·
一方の泉は温かい水となって流れ、その周囲からは、まるで燃え盛る火からのように、煙が立ち上っている。
他方の泉は、夏であっても、雹のように冷たく流れ出る、あるいは冷たい雪、あるいは水からできた氷のように。
§22.153ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι §22.154καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα §22.155πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες §22.156τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.
そこには、泉のすぐ傍らに、広々とした美しい石造りの洗濯場があり、かつてはそこで、輝く衣をトロイア人の妻たちや美しい娘たちが洗っていた、アカイア人の息子たちが到来するより前、かつて平和であった時代に。
§22.157τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων·
そこを二人は走り抜けた、一人は逃げ、一人は後ろから追いかけながら。
§22.158πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων
前を行く勇士が逃げ、はるかに優れた者が彼を追いかけた、素早く。
§22.159καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην §22.160ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,
なぜなら彼らは、通常の競技で人間の足の賞品となるような、犠牲の獣や牛の皮を得ようと競い合っていたのではないのだから。
§22.161ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.
そうではなく、彼らは馬を駆るヘクトルの命をかけて走っていたのだ。
あたかも、賞品を争うひづめの固い馬たちが、折り返し点の周りを極めて素早く駆け抜けるときのように。
τὸ δὲ μέγα κεῖται ἄεθλον §22.164ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·
そこには大きな賞品、三脚釜や、あるいは亡くなった男を記念する女性が置かれている。
そのように、二人はプリアモスの都の周りを三度回った、素早い足で。
θεοὶ δʼ ἐς πάντες ὁρῶντο·
神々は皆、それを見つめていた。
§22.167τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
彼らに向かって、人間と神々の父が言葉を語り始めた。
「ああ、なんということだ、愛する男が城壁の周りで追われているのを私はこの目で目にしている。
ἐμὸν δʼ ὀλοφύρεται ἦτορ §22.170Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν §22.171Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε §22.172ἐν πόλει ἀκροτάτῃ·
私の心はヘクトルのために痛む、彼は私のために、牛の腿肉を多く焼いてくれた、谷の多いイデ山の頂で、あるいはある時には都の最高所で。
νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς §22.173ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.
しかし今、高貴なアキレウスが彼を、プリアモスの都の周りで、素早い足で追いかけている。
§22.174ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε §22.175ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη §22.176Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.
さあ、神々よ、よく考え、知恵を絞るがよい、彼を死から救い出すべきか、それともすでに、優れた者である彼を、ペレウスの子アキレウスに屈服させるべきか。
§22.177τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
」これに対して、輝く目の女神アテナが答えて言った。
§22.178ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·
「おお、鋭い雷光を放ち、黒雲をまとう父よ、何ということをおっしゃるのですか。
死すべき人間であり、とっくに運命によって定められている者を、不吉な死から再び解き放とうと望まれるのですか。
§22.181ἔρδʼ·
おやりなさい。
ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
しかし、我ら他の神々全員が同意するわけではありません。
§22.182τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
」これに答えて、雲を集めるゼウスが言った。
§22.183θάρσει Τριτογένεια φίλον τέκος·
「心安らかにせよ、トリトゲネイア、愛する我が子よ。
οὔ νύ τι θυμῷ
私は決して本気で語っているのではない。
§22.184πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·
お前に優しくありたいのだ。
§22.185ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει.
お前の心が望むように行うがよい、もはや躊躇うな。
§22.186ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
」こう言って、彼はかねてより熱望していたアテナを促した。
§22.187βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
彼女はオリンポスの山頂から飛び降りて、下って行った。
§22.188Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.
一方、素早いアキレウスは、激しくヘクトルを追い回して、執拗に追った。
§22.189ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται §22.190ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας·
あたかも、猟犬が山々で鹿の子を追いかけるときのように、その寝床から追い立て、谷や深く茂った森を抜けて。
§22.191τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ, §22.192ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·
仮に子鹿が茂みの下に身を潜めて逃れたとしても、猟犬は執拗に足跡をたどり、見つけ出すまで走り続ける。
§22.193ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.
そのように、ヘクトルも足の速いペレウスの子の目を免れることはできなかった。