§22.129βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα· §22.130εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ. §22.131ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς §22.132ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ §22.133σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον §22.134δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ §22.135ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.
"It is better indeed to clash in strife as quickly as possible; let us see to which of us the Olympian will grant the glory." Thus he pondered as he waited, and Achilles drew near him, like Enyalius, the helmet-shaking warrior, shaking the dreadful Pelian ash spear over his right shoulder; and around him the bronze flashed like the gleam of either a blazing fire or the rising sun.
§22.136Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη §22.137αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς· §22.138Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.
And Hector, when he saw him, was seized with trembling; nor did he dare to remain there any longer, but left the gates behind him, and fled in fear; and the son of Peleus rushed after him, trusting in his swift feet.
§22.139ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν §22.140ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν, §22.141ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς §22.142ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει· §22.143ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ §22.144τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα.
Just as a hawk on the mountains, swiftest of winged things, easily swoops after a fluttering dove, which flees before him, while he close at hand with shrill screams darts at her again and again, and his heart bids him seize her; even so Achilles flew straight on in his eagerness, and Hector fled in terror beneath the wall of the Trojans, and plied his swift knees.
§22.145οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα §22.146τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο, §22.147κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ §22.148δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.
Past the lookout station and the wind-swept wild fig tree, always away from under the wall, along the wagon track they sped, and came to the two fair-flowing springs, where the two sources of eddying Scamander well up.
§22.149ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς §22.150γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο· §22.151ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ, §22.152ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
The one flows with warm water, and all around it smoke rises from it as if from a blazing fire; while the other even in summer flows forth like hail, or cold snow, or ice made from water.
§22.153ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι §22.154καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα §22.155πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες §22.156τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.
And there near them are wide, beautiful washing-troughs of stone, where the wives and fair daughters of the Trojans used to wash their bright garments in former times, in time of peace, before the sons of the Achaeans came.
§22.157τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων· §22.158πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων §22.159καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην §22.160ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν, §22.161ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.
By these they ran, one fleeing and the other pursuing behind; a brave man fled in front, but a far better man pursued him swiftly, since they were not striving for a beast of sacrifice or a bull's hide, which are the prizes for the feet of men, but they ran for the life of horse-taming Hector.
§22.162ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι §22.163ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον §22.164ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος· §22.165ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην §22.166καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο·
And as prize-winning, single-hooved horses wheel rapidly about the turning-points, and some great prize lies there, either a tripod or a woman, in honor of a dead man; so they thrice circled the city of Priam with swift feet; and all the gods looked on.
§22.167τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· §22.168ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος §22.169ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ §22.170Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν §22.171Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε §22.172ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς §22.173ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.
And to them the father of men and gods began to speak: "Ah, indeed, a beloved man do I behold with my eyes pursued around the wall; and my heart grieves for Hector, who has burned for me many thigh-pieces of oxen on the crests of many-valed Ida, and at other times on the highest part of the city; but now again noble Achilles pursues him with swift feet around the city of Priam.
§22.174ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε §22.175ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη §22.176Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα. §22.177τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· §22.178ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·
Come, deliberate, O gods, and take counsel, whether we shall save him from death, or now subdue him, noble though he is, to Achilles, son of Peleus." Then the goddess, flashing-eyed Athena, spoke to him: "O father, lord of the bright lightning and the dark cloud, what a thing you have said!
A mortal man, long ago doomed by fate, do you wish to release again from ill-boding death?
§22.181ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. §22.182τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· §22.183θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ §22.184πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι· §22.185ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει. §22.186ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην· §22.187βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
Do it; but we other gods do not all approve." Then in answer spoke to her Zeus the cloud-gatherer: "Be of good cheer, Tritogeneia, dear child; in no wise do I speak with earnest mind, and I wish to be gentle to you; do as your mind prompts you, and hold back no longer." So saying he urged on Athena, who was already eager, and she went darting down from the peaks of Olympus.
§22.188Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.
But swift Achilles pressed hard upon Hector, chasing him without ceasing.
§22.189ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται §22.190ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας· §22.191τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ, §22.192ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ· §22.193ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.
And as when a hound on the mountains pursues a fawn of a deer, having started it from its lair, through glens and glades; and even if it escapes him by crouching beneath a bush, yet he runs on, tracking it constantly until he finds it; so Hector did not escape the notice of the swift-footed son of Peleus.