Humanitext Reader

荷马 · 伊利亚特 §22.129-22.195

城墙周边的追逐与众神对赫克托尔命运的决议

第 196 段,共 226 段 · 希腊语

内容简介

赫克托尔目睹阿基琉斯的威容后心生恐惧并开始逃跑,阿基琉斯在特洛伊城墙周围对其展开激烈追逐。天界中,宙斯怜悯赫克托尔的命运,但在雅典娜的劝说下顺从了其宿命,随后雅典娜降临凡间。

§22.129βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·
“还是尽早以争斗决一雌雄为妙。
§22.130εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.
让我们看看奥林波斯神会把胜利的荣耀赐予哪一方。
§22.131ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς §22.132ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ §22.133σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον
” 他在一边等待一边如此思索,而阿基琉斯已逼近他的身旁,犹如摇动头盔的战神埃纽阿里奥斯,在右肩上摇晃着那柄来自培利翁山的、可怕的梣木长枪。
§22.134δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ §22.135ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.
在他周围,青铜闪烁着光芒,犹如燃烧的烈火,又如冉冉升起的旭日。
§22.136Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη §22.137αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·
赫克托尔一看见他,便浑身战栗,再也不敢在原地停留,而是把城门抛在身后,惊恐地逃跑。
§22.138Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.
佩琉斯之子凭借着矫捷的双足,在后面猛烈追赶。
§22.139ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν §22.140ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν, §22.141ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς §22.142ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·
犹如山中那飞禽中最为迅捷的鹞鹰,轻易地扑向一只惊飞的鸽子,鸽子在下方仓皇逃窜,鹞鹰则在近旁发出尖厉的叫声,一次又一次地猛扑过去,它的心在驱使它将其捕获。
§22.143ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ §22.144τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα.
阿基琉斯也如此气势汹汹地直飞过去,而赫克托尔则在恐惧中沿着特洛伊人的城墙下奔逃,轻快地移动着他的双膝。
§22.145οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα §22.146τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο, §22.147κρουνὼ δʼ ἵκανον καλλιρρόω·
他们越过瞭望台和在风中摇曳的野无花果树,始终沿着城墙下方,顺着马车道飞奔,来到了清流汇聚的双泉。
ἔνθα δὲ πηγαὶ §22.148δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.
在那里,奔腾不息的斯卡曼德罗斯河的两处源泉正在喷涌。
§22.149ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς §22.150γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·
其中一处流淌着温热的泉水,泉水周围有白烟袅袅升起,犹如来自燃烧的烈火。
§22.151ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ, §22.152ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
另一处即使在夏天也冰冷刺骨,流淌如雹,又如冷雪,或者由水结成的冰。
§22.153ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι
就在这两处泉水近旁,有宽阔美丽的石造洗衣池。
§22.154καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα §22.155πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες §22.156τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.
在那里,闪亮夺目的衣裳曾由特洛伊人的妻子和美丽的女儿们洗濯,那是在从前、在阿凯亚人的儿子们到来之前的和平时期。
§22.157τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων·
他们从这里奔跑过去,一人在逃,一人在后追赶。
§22.158πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων
逃在前面的是勇士,而追在后面的则是更为卓越的强者,速度惊人。
§22.159καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην §22.160ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν, §22.161ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.
因为他们并不是为了争夺牺牲的牲畜或牛皮,那些通常作为凡人竞跑的奖品,而是为了驯马能手赫克托尔的性命而奔跑。
§22.162ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι §22.163ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον §22.164ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·
犹如那些赢得奖品的、坚蹄的骏马在终点线周围飞速疾驰,那里陈列着巨大的奖品,或是一尊三脚铜鼎,或是一位女子,用以祭奠死者。
§22.165ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην §22.166καρπαλίμοισι πόδεσσι·
他们就这样绕着普里阿摩斯的都城转了三圈,迈着迅捷的步伐。
θεοὶ δʼ ἐς πάντες ὁρῶντο·
所有的神明都在俯瞰着这一幕。
§22.167τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· §22.168ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος §22.169ὀφθαλμοῖσιν ὁρῶμαι·
人类与神明之父率先对他们开口说话: “哎呀,我亲眼看见一位可爱的男子在城墙周围被追赶。
ἐμὸν δʼ ὀλοφύρεται ἦτορ §22.170Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν §22.171Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε §22.172ἐν πόλει ἀκροτάτῃ·
我的心为赫克托尔而哀伤,他曾为我把许多公牛的股骨肉烧献,在沟壑纵横的伊达山顶,或者在城中最高处。
νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς §22.173ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.
而如今,高贵的阿基琉斯却迈着疾速的双足,绕着普里阿摩斯的城池追赶他。
§22.174ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε §22.175ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη §22.176Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.
来吧,神明啊,请商量并出谋划策,我们究竟是该将他从死亡中救出,还是在此时让这位杰出的英雄,屈服于佩琉斯之子阿基琉斯。
§22.177τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· §22.178ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·
” 闪亮着双眸的女神雅典娜随即回答他说: “哦,执掌闪电、黑云密布的父亲,您说的是什么话!
§22.179ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ §22.180ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
一个身为凡人、早已被命运注定死期的男子,您难道想再次将他从悲惨的死亡中解脱出来吗?
§22.181ἔρδʼ·
您去做吧。
ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
但我们其他众神绝非全都赞同您。
§22.182τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· §22.183θάρσει Τριτογένεια φίλον τέκος·
” 聚云者宙斯回答她道: “安心吧,特里托格内亚,我心爱的孩子。
οὔ νύ τι θυμῷ §22.184πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·
我绝非怀着真正的恶意在说话,我愿对你温和。
§22.185ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει.
按照你心中的意愿去做吧,不要再迟疑了。
§22.186ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην· §22.187βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
” 宙斯说完这话,促使本已跃跃欲试的雅典娜,雅典娜便闪身从奥林波斯的峰峦间疾飞而下。
§22.188Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.
此时,迅捷的阿基琉斯紧追不舍,驱赶着赫克托尔。
§22.189ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται §22.190ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας·
犹如山中的猎犬追赶一头小鹿,将它从巢穴中赶出,穿过山谷和深林。
§22.191τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ, §22.192ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·
即使小鹿蜷缩在灌木丛下得以藏匿,猎犬依然会循着足迹不停奔跑,直到将它寻获。
§22.193ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.
赫克托尔也同样无法避开足疾的佩琉斯之子的目光。
§22.194ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων §22.195ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,
每当他试图奔向达尔达尼亚城门,企图冲到坚固修筑的城塔之下,

词汇与语法注释

  1. 22.130εἴδομεν — 基于动词 οἶδα / εἶδον 的荷马式短元音虚拟语气第一人称复数形式。在此处表示劝诱(“让我们看看”)。
  2. 22.134εἴκελος αὐγῇ — 形容词 εἴκελος 支配与格 αὐγῇ(“类似于光芒”)。接下来的 ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος 是属格独立结构(或并列属格),形成“类似于燃烧的烈火,或冉冉升起的旭日(之光芒)”的修饰关系。
  3. 22.156πρὶν ἐλθεῖν — 连词 πρὶν 后接不定式 ἐλθεῖν 的结构。宾格的 υἷας Ἀχαιῶν(“阿凯亚人的儿子们”)作为不定式的逻辑主语,译作“在阿凯亚人的儿子们到来之前”。
  4. 22.175σαώσομεν — 虽然在形式上与将来时直陈语气相同,但此处是短元音虚拟语气的第一人称复数过去时(aorist),与随后的 δαμάσσομεν 一同作为思虑性虚拟语气(deliberative subjunctive)发挥作用,意为“我们应当拯救……还是使之屈服……”。
  5. 22.193οὐ λῆθε — 动词 λανθάνω 的未完成过去时。构成 λανθάνω + 宾格,表示“不被某人察觉、避开某人的目光”。此处以赫克托尔为主语,表示他“无法避开足疾的佩琉斯之子(阿基琉斯,宾格)的目光”。
  6. 22.194ὁρμήσειε — 虚拟语气过去时(optative aorist)。在由连词 ὁσσάκι(“每当……时”)引导的从句中,用于表示过去反复发生的动作,即“过去重复动作的希求法”(optative of indefinite frequency)。

引用这一段

荷马, 伊利亚特 §22.129-22.195. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:22.129-22.195

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。