Humanitext Reader

ホメロス · イリアス §22.65-22.128

ヘカベの哀願とアキレウスを待つヘクトルの独白

195 / 226 箇所 · ギリシア語

要旨

プリアモスとヘカベは涙ながらにヘクトルに城壁内に入るよう懇願するが、ヘクトルは退かない。一人残されたヘクトルは、自らの過ちへの後悔やアキレウスとの妥協の不可能性を自問自答し、戦い抜く覚悟を決める。

§22.65ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.
そしてアカイア人の破滅をもたらす手によって引きずられていく、息子の嫁たちを目にした後で。
§22.66αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν §22.67ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ §22.68τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,
そして最後にこの私自身を、生肉を食らう犬たちが表門のところで引き裂くだろう、誰かが鋭い青銅で切りつけるか投げつけて、私の四肢から命を奪い去った後に。
§22.69οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς, §22.70οἵ κʼ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ §22.71κείσοντʼ ἐν προθύροισι.
私が館で育てていた、食卓の残りを食べ、門を守る犬たちが、彼らは私の血を飲み、狂暴になって、心を猛らせながら、前庭に横たわるだろう。
νέῳ δέ τε πάντʼ ἐπέοικεν §22.72ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ
若い男にとっては、戦いで殺され、鋭い青銅で切り裂かれて横たわることは、すべてがふさわしい。
§22.73κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ·
死んでしまえば、どんな姿を晒そうとも、すべてが美しい。
§22.74ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον §22.75αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος, §22.76τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.
しかし、白髪の頭と、白い顎髭、そして殺された老人の陰部を犬たちが辱めるとき、これこそが、哀れな死すべき人間にとって最も悲惨なことなのだ。
§22.77ἦ ῥʼ ὃ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ §22.78τίλλων ἐκ κεφαλῆς·
老人はこう言い、頭から白髪を両手でむしり、引き抜いた。
οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε.
しかしヘクトルの心を説得することはできなかった。
§22.79μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα §22.80κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·
他方では母親が、涙を流しながら嘆き悲しみ、胸元をはだけ、もう一方の手で乳房を持ち上げた。
§22.81καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα·
そして彼女は涙を流しながら、彼に翼ある言葉をかけた。
§22.82Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον
「ヘクトルよ、我が子よ、これを敬い、私を憐れんでおくれ、この私自身を。
§22.83αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·
もし私がかつてお前に憂いを忘れさせる乳房を与えたことがあるならば。
§22.84τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα
それを思い出すのだ、愛する子よ。
§22.85τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ
そして敵の男を退けるのだ、城壁の内側に留まって。
§22.86σχέτλιος·
その男の前に立ちはだかって戦ってはならない、非情な奴め!
εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε §22.87κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή, §22.88οὐδʼ ἄλοχος πολύδωρος·
もし彼がお前を殺してしまえば、私はもうお前のために寝台の上で泣き崩れることもできないのだ、私が自ら産んだ、愛する我が若枝よ、多くの贈り物を携えて嫁いできた妻も同様だ。
ἄνευθε δέ σε μέγα νῶϊν §22.89Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.
私たち二人から遠く離れた場所で、アルゴス人の船の傍らで、素早い犬たちがお前を食い尽くすだろう。
§22.90ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν §22.91πολλὰ λισσομένω·
」このように二人は涙を流しながら、愛する息子に語りかけ、幾度も懇願したが、ヘクトルの心を変えることはできなかった。
οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον, §22.92ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.
彼はただ、近づいてくる巨大なアキレウスを待ち受けていた。
§22.93ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι §22.94βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός, §22.95σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·
山の蛇が、毒草を食らい、恐ろしい怒りがその身に染みわたり、その巣穴のところで人間を待ち受けるように、巣穴の周りにとぐろを巻きながら、凄まじい目で睨みつける。
§22.96ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει §22.97πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας·
そのように、ヘクトルは消えることのない闘志を抱いて退かず、突き出た塔に輝く盾を立てかけて、持ちこたえていた。
§22.98ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
そして憤然として、自らの気高き心に向かって言った。
§22.99ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,
「ああ、情けないことだ。
§22.100Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,
もし私が門と城壁の内側に入るならば、プーリュダマスが真っ先に私に不名誉を帰するだろう。
§22.101ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι §22.102νύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς.
彼は、あの破滅的な夜に、高貴なアキレウスが立ち上がったとき、トロイア人を率いて都へ退却するよう私に命じたのだ。
§22.103ἀλλʼ ἐγὼ οὐ πιθόμην·
だが、私は従わなかった。
ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν.
そうしていれば、はるかに良かったものを。
§22.104νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν, §22.105αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
しかし今、私自身の盲信によって軍勢を破滅させてしまった以上、トロイアの男たちや、裾を引く衣をまとったトロイアの女たちに対して顔向けができない。
§22.106μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο·
私より劣る他の誰かが、いつかこう言うのではないか。
§22.107Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.
『ヘクトルは自らの力に溺れ、軍勢を滅ぼした』と。
§22.108ὣς ἐρέουσιν·
人々はそう言うだろう。
ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴη §22.109ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι, §22.110ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.
そのとき私にとって、はるかに良いのは、アキレウスと正面から戦って彼を殺して帰還するか、あるいは自らが彼に倒され、都の前で名誉ある死を遂げることだ。
§22.111εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν §22.112καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας §22.113αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω §22.114καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ, §22.115πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν §22.116ἠγάγετο Τροίηνδʼ, ἥ τʼ ἔπλετο νείκεος ἀρχή, §22.117δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς §22.118ἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε·
だが、もし私がボスのついた盾を置き、頑丈な兜を脱ぎ、槍を城壁に立てかけて、自ら非のうちどころのないアキレウスの前に進み出て、彼にヘレネと、彼女に伴うすべての財宝を引き渡すことを約束するなら、アレクサンドロスが窪んだ船に載せてトロイアへと持ち帰った、この争いの発端となったすべての財宝を、アトレウスの息子たちに渡して持ち去らせ、同時にアカイア人たちにはこの都が秘めている財宝をすべて、別途分配することを約束するなら。
§22.119Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι §22.120μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι §22.121κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·
そして、さらにトロイア人たちから、長老たちによる厳粛な誓いを取り付け、何一つ隠し立てせず、すべてを二等分して分配させると誓わせるなら、この美しい都が内に抱えるすべての財産を。
§22.122ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
しかし、なぜ私の心はこのようなことを語り合っているのか。
§22.123μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μʼ οὐκ ἐλεήσει §22.124οὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα §22.125αὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω.
私が彼のもとに行っても、彼は私を憐れむこともせず、少しも敬うことなく、武具を脱いだ私を殺すだろう、まるで女を殺すかのように、私が武具を脱いでしまえば。
§22.126οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης §22.127τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε
今は、オークの木や岩から生まれた者のように、彼と睦まじく語り合うときではない。
§22.128παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν.
乙女と若者が、乙女と若者が互いに語り合うようには。 」

語釈・文法注

  1. 22.66αὐτὸν δʼ ἂν πύματόν με κύνες — ἂν は未来直説法(もしくは、ここではホメロス風の接続法)の ἐρύουσιν と結びつき、未来に起こるであろう悲惨な出来事をより生々しく確実なものとして予測・描写する機能を果たしている。
  2. 22.73ὅττι φανήῃ — 関係代名詞 ὅστις (ὅττι) に ἄν (ここでは省略、あるいは潜在的) を伴わない一般条件(接続法)の形。若者の死は「どのように現れようとも(いかなる無惨な姿を晒そうとも)」すべて美しいという普遍的な状況を表す。
  3. 22.111-121εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι — 111行の εἰ δέ κεν から始まる非常に長く複雑な条件文。条件節内の動詞(111行 καταθείομαι, 113行 ἔλθω, 114行 ὑπόσχωμαι)は接続法。δωσέμεν(117行)と ἀποδάσσεσθαι(118行)は、アキレウスへの約束(ὑπόσχωμαι)の内容を表す不定詞。さらに119行で接続法 ἕλωμαι に戻り、「トロイア人から誓いを取り立てるならば」という別の並行する条件を提示している。
  4. 22.126ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης — 「オークや岩から生まれた」という人類の起源をめぐるホメロス期の古い慣用表現。ここでは「冷酷な自然物から生じたのではない(感情ある人間同士としての)」対等な関係での親密な対話や妥協が、アキレウスとの間では今や全く不可能であることを比喩的に表している。

この箇所を引用する

ホメロス, イリアス §22.65-22.128. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:22.65-22.128

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。