Humanitext Reader

ホメロス · イリアス §21.475-21.543

ヘラによるアルテミスの撃退と開かれる城門

192 / 226 箇所 · ギリシア語

要旨

ヘラがアルテミスを打ち据えて敗走させ、ヘルメスはレトとの戦闘を回避する。一方、アキレウスの凄まじい殺戮から逃れるため、トロイア人たちはプリアモスの命で開かれた城門へと逃げ込む。

§21.475μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω
「今後は、お前が父の宮殿で自慢するのを、私は二度と聞くことがないように。
§21.476εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν, §21.477ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.
かつて不死の神々の間でそうしていたように、ポセイドンに立ち向かって、力ずくで戦うなどと。
§21.478ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,
」彼女はこう語ったが、遠矢の主アポロンは彼女に何も答えなかった。
§21.479ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις §21.480νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·
しかし、怒りに満ちたゼウスの尊ぶべき妃ヘラが、矢を注ぐ女神を屈辱的な言葉でなじった。
§21.481πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο §21.482στήσεσθαι;
「不敵な犬め、お前は今、どうして私の前に立ち向かおうと望むのか。
χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι
お前にとって、私の力に立ち向かうのは手ごわいことだぞ。
§21.483τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ
たとえお前が弓持ちであっても。
§21.484Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα.
ゼウスはお前を女たちに対する獅子とし、お前の望む者を誰でも殺すことを許されたのだから。
§21.485ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν §21.486ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.
確かに、山々で野を駆ける野獣や鹿を殺す方が、より強い者たちと力ずくで戦うよりも優れている。
§21.487εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς
だが、もしお前が戦争を経験してみたいなら、十分に知るがよい、私がどれほど優れているかを。
§21.488ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις.
お前が私にその力を対抗させようとするからには。
§21.489ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε §21.490σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα,
」彼女はこう言うと、彼女の両方の手首を左手で掴み、右手で彼女の肩から弓を奪い取った。
§21.491αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα §21.492ἐντροπαλιζομένην·
そして、それらをもって、微笑みながら彼女の耳のあたりを打ち叩いた、身をよじる彼女を。
ταχέες δʼ ἔκπιπτον ὀϊστοί.
素早い矢が次々とこぼれ落ちた。
§21.493δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,
涙を流しながら、女神は下をすり抜けて逃げ去った、鳩のように。
§21.494ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην §21.495χηραμόν·
それはタカから逃れて、窪んだ岩の裂け目へと飛び込む。
οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·
捕らえられることは、彼女の運命ではなかったのだ。
§21.496ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.
そのように、彼女は涙を流しながら逃げ去り、その場に弓を残した。
§21.497Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·
レトに対しては、先導者たるアルゲイポンテスが語りかけた。
§21.498Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι·
「レトよ、私はあなたとは決して戦いません。
ἀργαλέον δὲ §21.499πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο·
困難なことですから、雲を集めるゼウスの妻たちと拳を交えることは。
§21.500ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν §21.501εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.
それよりも、不死の神々の間で、大いに誇るがよい、あなたが私を強力な力で打ち破ったと自慢するがよい。
§21.502ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα §21.503πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.
」彼がそう語ると、レトは曲がった弓を拾い集めた、塵の渦の中に、あちこちに散らばって落ちていたものを。
§21.504ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·
彼女は弓を手に取ると、娘の後を追って去った。
§21.505ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ, §21.506δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,
一方、彼女はゼウスの青銅の床のオリュンポス宮殿へと至り、涙を流しながら、娘は父の膝の上に座った。
§21.507ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ
彼女のまわりで、神聖な衣が震えていた。
§21.508εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·
彼女を、自分の方へと父なるクロノスの子は抱き寄せ、愉快そうに笑いながら尋ねた。
§21.509τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων §21.510μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
「天の神々のうち、誰がこのようなことをお前にしたのか、愛する子よ、理由もなく、まるでお前が公然と悪事を働いたかのように。
§21.511τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·
」彼女に、美しい冠を戴き、騒がしい猟の声をあげる女神が答えた。
§21.512σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,
「父よ、あなたの妻である白き腕のヘラが、私を乱暴に扱いました。
§21.513ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.
不死の神々に争いと不和をもたらした張本人は、彼女なのです。
§21.514ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
」このように、彼らは互いに語り合っていた。
§21.515αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·
しかし、フォイボス・アポロンは、聖なるイリオスへと入った。
§21.516μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος §21.517μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.
よく築かれた都の防壁が、彼の心にかかっていたからである、ダナオス人たちが、運命に反して、その日のうちに都を滅ぼすことのないように。
§21.518οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες, §21.519οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·
他の常しえに生きる神々は、オリュンポスへと帰って行った、ある者は怒りに満ち、ある者は大いに誇りながら。
§21.520κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ·
そして、黒雲たなびく父の傍らに座った。
αὐτὰρ Ἀχιλλεὺς §21.521Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους.
しかし、アキレウスは、トロイア人自身と、その単蹄の馬たちを、等しく殺戮していた。
§21.522ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται §21.523ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,
ちょうど、煙が広い天へと立ち昇り、至るときのように、燃え上がる都市から。
§21.524πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν, §21.525ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν.
神々の怒りがそれを送り出し、すべての人に労苦を与え、多くの人に悲しみをもたらすときのように、そのように、アキレウスはトロイア人に労苦と悲しみをもたらした。
§21.526ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου, §21.527ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον·
老プリアモスは、神聖な塔の上に立っていた、そして、巨大なアキレウスをじっと見つめていた。
αὐτὰρ ὑπʼ αὐτοῦ §21.528Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ §21.529γίγνεθʼ·
彼の前で、トロイア人たちはたちまち敗走して大混乱に陥り、抵抗の力は少しもなかった。
ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε §21.530ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·
彼はうめき声を上げ、塔から地上へと降りて行った、城壁に沿って、高名な門衛たちをせかしながら。
§21.531πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ §21.532ἔλθωσι προτὶ ἄστυ πεφυζότες·
「門をその手で広く開け放ち、民たちが敗走しながら都へと入るまで、開けたままにしておけ。
ἦ γὰρ Ἀχιλλεὺς §21.533ἐγγὺς ὅδε κλονέων·
実に、アキレウスがすぐ近くで大混乱を引き起こしながら迫っている。
νῦν οἴω λοίγιʼ ἔσεσθαι.
今や破滅がもたらされると思う。
§21.534αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες, §21.535αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·
だが、彼らが城壁の中へと逃げ込んで一息ついたなら、再び、ぴったりと合う門扉を閉めるのだ。
§21.536δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.
あの破滅をもたらす男が城壁の中へと跳び込んでくるのを、私は恐れるからだ。
§21.537ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·
」彼がそう言うと、彼らは門を開け、閂を押し戻した。
§21.538αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος·
門が大きく開かれると、光がもたらされた。
αὐτὰρ Ἀπόλλων §21.539ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.
しかしアポロンは、トロイア人たちから破滅を遠ざけるために、迎え撃とうと飛び出した。
§21.540οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο §21.541δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο §21.542φεῦγον·
彼らは、都と高い城壁を目がけて、渇きにうだれ、平原からの塵にまみれながら、逃げ惑った。
ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ §21.543αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.
アキレウスは槍を手にして猛烈に彼らを追いかけ、狂気が彼の心を絶えず強く支配しており、彼は栄光を勝ち取ることをただ熱望していた。 」

語釈・文法注

  1. 21.475μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω — 否定の小辞 `μή` が第1人称単数のアオリスト接続法 `ἀκούσω` を伴うことで、強い拒絶や禁止を伴う願望(〜しないように)を表している。属格 `σευ`(`σοῦ` の叙事詩形)は、続く現在分詞 `εὐχομένου` の意味上の主語であり、かつ動詞 `ἀκούσω` の直接の支配下にある。
  2. 21.482χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι — 不定詞 `ἀντιφέρεσθαι`(対抗する)は、形容詞 `χαλεπή`(手ごわい、困難な)を修飾し、その難しさが及ぶ観点を示す(「力において立ち向かうには、私はお前にとって手ごわい」)。主格の `χαλεπή` と `ἐγώ` は主節の主語に一致している。
  3. 21.495οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν — `ἁλώμεναι`(`ἁλῶναι`、動詞 `ἁλίσκομαι` のアオリスト受動不定詞の叙事詩形)が非人称表現 `αἴσιμον ἦεν`(運命であった)の実質的な主語となっている。与格の `τῇ` は「彼女(鳩)にとって」という意味上の主体を示す。
  4. 21.501εὔχεσθαι — 不定詞が命令の代わりとして用いられている用法(命令法的不定詞)。ここではヘルメスからレトに対する強い勧め(「自慢するがよい」)を表している。
  5. 21.516μέμβλετο γάρ οἱ τεῖχος... μὴ Δαναοὶ πέρσειαν — 動詞 `μέμβλετο`(`μέλω` の過去完了形、「心にかかっていた、心配であった」)に、懸念・恐れを表す節を導く接続小辞 `μή` + 希求法(`πέρσειαν`)が続いている。主節の時制が過去(過去完了)であるため、従属節には接続法ではなく希求法が用いられている。

この箇所を引用する

ホメロス, イリアス §21.475-21.543. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:21.475-21.543

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。