§21.475μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω §21.476εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν, §21.477ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.
“愿我如今不再听到你在你父亲的殿堂里夸口,如同你昔日在不死的神明中所做的那样,声称你要与波塞冬面对面力战。
§21.478ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων, §21.479ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις §21.480νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι· §21.481πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο
” 她这样说着,远射之王阿波罗却没有对她说什么;但是怒气冲冲的宙斯尊贵的妻子赫拉,用侮辱之言责骂这位洒射箭矢的女神: “你这胆大包天的狗,现在怎么敢站出来与我作对?
§21.482στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι §21.483τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ §21.484Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα.
对我而言,你想要与我的力量相抗衡是很难的,哪怕你是个弓箭手,因为宙斯让你成为了女人们的狮子,并允许你随意杀戮你想杀的女人。
§21.485ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν §21.486ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.
的确,在山野里捕杀野兽和山鹿,比起与比你更强的人力战要好得多。
§21.487εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς §21.488ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις. §21.489ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε §21.490σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα, §21.491αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα §21.492ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί.
但如果你想体验一下战争,好让你清楚地知道我有多么强大,既然你竟敢同我较量气力——” 她说着,便用左手抓住了她的两只手腕,右手从她的肩上夺下了弓箭,微笑着,用弓箭啪啪地拍打她的耳畔,当她避让扭动时;迅疾的箭矢纷纷从箭筒中跌落。
§21.493δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια, §21.494ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην §21.495χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν· §21.496ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.
女神流着泪,像一只鸽子一样从她身下逃走了,鸽子为了躲避老鹰而飞进中空的岩石,飞进裂缝;因为被捕获并不是她的命运;她就这样哭着逃走了,把弓箭丢在原地。
§21.497Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης· §21.498Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ §21.499πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο· §21.500ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν §21.501εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.
但使者阿耳革丰忒斯对勒托说道: “勒托啊,我决不和你交战;因为这是一件难事,同聚云者宙斯的妻子们动武拳脚;你倒不如在不死的神明中极为慷慨地自夸,说你用你强劲的力量战胜了我。
§21.502ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα §21.503πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.
” 他这样说着,勒托便收集起那张弯曲的弓和在尘土旋风中散落一地的箭矢。
§21.504ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς· §21.505ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ, §21.506δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη, §21.507ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ §21.508εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας· §21.509τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων §21.510μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
她拿起弓,跟着她的女儿回去了;而女儿则来到了奥林匹斯,到了宙斯那青铜地面的宫殿,姑娘哭着坐在父亲的膝头上,神圣的外衣在她周围颤抖;而她的父亲,克罗诺斯之子将她揽过去,甜甜地笑着问道: “天上的神明中是谁对你做了这样的事,亲爱的孩子,如此无理,仿佛你公然做了什么坏事一样?
§21.511τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή· §21.512σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη, §21.513ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.
” 戴着精美冠冕、发出响亮狩猎呼声的女神回答他: “父亲啊,是你的妻子,那白臂的赫拉凌虐了我,正是她将争斗和不和紧扣在不死的神明身上。
§21.514ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· §21.515αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν· §21.516μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος §21.517μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.
” 他们就这样互相诉说着这些话;而福波斯·阿波罗则进入了神圣的伊利昂;因为那座建造精良的城池的城墙正是他的牵挂,唯恐达奈人会在那一天超越命运毁灭了它。
§21.518οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες, §21.519οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες· §21.520κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς §21.521Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους.
其他永生的神明则回到了奥林匹斯,有的人心怀怒火,有的人则大肆炫耀;他们坐在乌云密布的父亲身旁;但阿基琉斯正在屠杀特洛伊人,无论是他们自己还是他们那单蹄的骏马。
§21.522ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται §21.523ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε, §21.524πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν, §21.525ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν.
就像烟雾升腾,通往辽阔的天空,那是从一座燃烧的城市升起的,神明的愤怒打发了它,给所有人带来了劳苦,给许多人带来了悲伤,阿基琉斯就这样给特洛伊人带来了劳苦和悲痛。
§21.526ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου, §21.527ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ §21.528Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ §21.529γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε §21.530ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς· §21.531πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ §21.532ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς §21.533ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι.
而老普里阿摩斯站在神圣的塔楼上,注视着那巨大的阿基琉斯;而在他面前特洛伊人正在溃散败走,毫无抵抗之力;他呻吟着,从塔楼下到地面,沿着城墙督促那些显赫的守门人: “用你们的手把城门敞开,直到人们在溃逃中进入城市;因为看哪,阿基琉斯就在近旁冲杀;现在我想将会有毁灭。
§21.534αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες, §21.535αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας· §21.536δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.
但当他们在城墙内聚集并缓过气来时,立刻再次关上那紧密咬合的门扉;因为我害怕那个毁灭性的男人会跳进城墙之内。