Humanitext Reader

ホメロス · イリアス §21.544-21.611

アゲノルの奮起とアポロンの偽装

193 / 226 箇所 · ギリシア語

要旨

アポロンに鼓舞されたアゲノルは、葛藤の末にアキレウスに立ち向かうことを決意し、槍を投じる。アポロンはアゲノルを霧に包んで救うと、自ら彼の姿に化けてアキレウスを誘い出し、その間にトロイア軍の敗残兵たちを城壁内へ無事に退却させる。

§21.544ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν, §21.545εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε §21.546φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.
そのとき、アカイア人の子らは高き門のトロイアを奪ったであろうに、もしフォイボス・アポロンが、高貴なアゲノル、アンテノルの息子にして非の打ちどころなき強力な男を駆り立てなかったなら。
§21.547ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς §21.548ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι §21.549φηγῷ κεκλιμένος·
アポロンは彼の心に勇気を投げ込み、自ら彼の傍らに立ち、重苦しい死の手を遠ざけようとした、樫の木に寄りかかりながら。
κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ.
そして、神は深い霧に包まれていた。
§21.550αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον §21.551ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·
しかし、彼(アゲノル)は都市を破壊するアキレウスに気づくと、立ち止まり、待ち受ける彼の心は激しく千々に乱れた。
§21.552ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
そして憤慨して、自らの気高い心に向かって言った。
§21.553ὤ μοι ἐγών·
「ああ、情けないことだ。
εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος §21.554φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται, §21.555αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.
もし強力なアキレウスから逃れて私が逃げるなら、他の者たちが恐れおののいて大混乱に陥って逃げているその道を、彼はそれでも私を捕らえ、意気地なしとして首をはねるだろう。
§21.556εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω §21.557Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ §21.558φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι §21.559Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω· §21.560ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο §21.561ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·
しかし、もし私が彼らを、ペレウスの子アキレウスに追われて大混乱に陥るままにしておき、城壁から離れて、足で別の方向へとイレイオンの平原へと逃れ、やがてイダ山の山裾に至り、茂みの中に身を隠すなら、そして夕方、川で身を洗い、汗を冷ましてから、イリオスへと戻ることができるかもしれないが。
§21.562ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
しかし、なぜ私の心はこのようなことを自問しているのか。
§21.563μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ §21.564καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.
都から平原の方へと立ち去る私を彼が見つけ、追いかけてきて、その素早い足で捕らえはしないか。
§21.565οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·
そうなれば、もはや死と破滅を避けることはできなくなる。
§21.566λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων.
彼はすべての人間を超えて、あまりにも強力なのだから。
§21.567εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·
だが、もし私が都の前で彼に立ち向かって進み出るならどうだろう。
§21.568καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ, §21.569ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι §21.570ἔμμεναι·
確かにこの男の肉体も、鋭い青銅によって傷つけられうるものであり、中にある命は一つだけであり、人々は彼を死すべき人間だと言っている。
αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.
しかし、クロノスの子ゼウスが彼に栄光を授けているのだ。
§21.571ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ
」こう言うと、彼は身をすくめて待ち受けた。
§21.572ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.
彼の内部で勇敢な心は、戦い交えることを切望していた。
§21.573ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο §21.574ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ §21.575ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·
ちょうど、ヒョウが深い茂みから出て、猟師の前に進み出るとき、心の中でいささかも怯えず、恐怖も抱かないように、犬の吠え声を聞いても。
§21.576εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν, §21.577ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει §21.578ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·
たとえ猟師が先手を打って傷つけるか、あるいは射当てるとしても、槍に貫かれてさえ、その闘志を失わず、組み合うか、あるいは倒されるまでは退かないように。
§21.579ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ §21.580οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.
そのように、高名なアンテノルの高貴な息子アゲノルは、逃げようとはせず、アキレウスに挑んでみるまでは退かなかった。
§21.581ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην, §21.582ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει·
彼は、四方どこも等しく丸い盾を前に構え、槍を彼に向けて狙いを定め、大声で叫んだ。
§21.583ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ §21.584ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων
「輝かしいアキレウスよ、お前は心の中で確かに大いに期待しているのだろう、この日に誇り高きトロイア人の都を滅ぼすことができると。
§21.585νηπύτιʼ·
愚か者め。
ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ.
実に、都をめぐっては、まだまだ多くの苦難がもたらされるのだ。
§21.586ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν, §21.587οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν §21.588Ἴλιον εἰρυόμεσθα·
その中には、多くの勇敢な男たちが我々としており、愛する親や妻、そして息子たちの前に立って、イリオスを守っているのだ。
σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις §21.589ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.
しかし、お前はここで己の死を迎えることになる、それほどまでに恐るべき、また大胆な戦士であっても。
§21.590ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε, §21.591καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.
」彼はそう言うと、重い手から鋭い投げ槍を放ち、膝の下の脛を撃ち、的を外さなかった。
§21.592ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο §21.593σμερδαλέον κονάβησε·
彼のまわりで、新しく造られた錫の脛当てが恐ろしく響き渡った。
πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε
しかし、青銅の槍先は撃たれたところから弾き返され、貫くことはなかった。
§21.594βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα.
神の贈り物がそれを防いだのである。
§21.595Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο §21.596δεύτερος·
ペレウスの子は、次に神のようなアゲノルへと襲いかかった。
οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι, §21.597ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ, §21.598ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
しかし、アポロンはアキレウスにそれ以上の栄光を勝ち取ることを許さず、彼をさらい去り、深い霧で包み隠し、戦いから無事に立ち去らせた。
§21.599αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·
そして、アポロンは謀略によってペレウスの子を軍勢から引き離した。
§21.600αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς §21.601ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·
遠矢の主みずからが、何から何までアゲノルに酷似した姿となって彼の足元に立ち、アキレウスは足で追いかけようと急ぎ走った。
§21.602εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο §21.603τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον §21.604τυτθὸν ὑπεκπροθέοντα·
彼が小麦の実る平原を追いかけている間、深く渦巻くスカマンドロス川に沿って彼を向かわせ、わずかに先を走らせておいた。
δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων §21.605ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·
アポロンは計略によって彼を惑わし、自分の足でいつでも追いつけるだろうと常に期待させたのだ。
§21.606τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ §21.607ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.
その間に、他のトロイア人たちは恐れおののき、群れをなして、喜んで都へと戻り、都は逃げ込んだ人々で埋め尽くされた。
§21.608οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς §21.609μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι §21.610ὅς τʼ ἔθανʼ ἐν πολέμῳ·
彼らは、都と城壁の外に留まって互いを待ち、誰が逃げ延び、誰が戦いで死んだのかを確かめることさえあえてしなかった。
ἀλλʼ ἐσσυμένως ἐσέχυντο §21.611ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.
ただ、一目散になだれ込んだのだ、都の中へ、彼らのうち足と膝が救ってくれた者なら誰もが。

語釈・文法注

  1. §21.544ἔνθά κεν ... ἕλον — 反実仮想の帰結節(過去)を表す。接続法または過去直説法を導く小辞 κεν と過去時制(アオリスト ἕλον)により、「(もしアポロンが動かなければ)アカイア人がトロイアを攻略したであろうに」という、過去に実現しなかった結果を示す。
  2. §21.549φηγῷ κεκλιμένος — 主格単数現在中受動分詞。主節の主語である αὐτός(アポロン自身、547行)に係る。アポロンがアゲノルの傍らに立ち、彼を守るために樫の木に寄りかかっていた様子を表す。アゲノル(与格 οἱ)にかかると解釈することも可能だが、主格の一致から神の側の状態とするのが自然である。
  3. §21.553εἰ μέν κεν ... φεύγω — 条件節。接続法(φεύγω)に κεν を伴うホメロス独特の構文で、未来の生存可能性や起こりうる事態を「もし仮に〜するならば」と生き生きと仮定する。帰結節の未来直説法(αἱρήσει)へと繋がる。
  4. §21.560ἑσπέριος δʼ ἂν ... ἀπονεοίμην — 希求法(ἀπονεοίμην)+ ἂν(558行の ἄν からの継続)。潜在的な未来、あるいは現在における仮定的帰結(「〜できるかもしれないが」)を表し、アゲノルが脳内で描くあり得べき(しかし不可能な)逃走計画を独白の形式で表現している。
  5. §21.563μή μʼ ... νοήσῃ — 懸念を表す独立文の μή + 接続法(νοήσῃ)。「彼が私に気づきはしないか」という強い恐れや、好ましくない事態の発生を懸念する自問表現。
  6. §21.611ὅν τινα ... σαώσαι — 関係節における希求法(σαώσαι)。一般的・仮定的なグループを指し、「自分の足と膝が救ってくれたような者は誰であれ(逃げ込んだ)」という意味をなし、生死の不確実性と命からがらの退却の激しさを強調する。

この箇所を引用する

ホメロス, イリアス §21.544-21.611. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:21.544-21.611

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。