Humanitext Reader

ホメロス · イリアス §19.140-19.211

出撃を急ぐアキレウスとオデュッセウスの諫言

174 / 226 箇所 · ギリシア語

要旨

アガメムノンが和解の贈り物をすぐに提供すると提案するのに対し、アキレウスは一刻も早い出撃を主張する。しかし、オデュッセウスが兵士たちの食事と、会衆の前での誓いおよび贈り物の授与の儀式を優先するよう諭し、一同はこれに同意する。

§19.140δῶρα δʼ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν §19.141χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.
「それらの贈り物はすべて、昨日高貴なオデュッセウスがお前の小屋へと赴き約束した通りに、ここにいる私が提供しよう。
§19.142εἰ δʼ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,
だから、戦いを急ぐ身ではあろうが、どうか踏みとどまってくれ。
§19.143δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες
私の従者たちが船から贈り物を取り出して運んでくるだろう。
§19.144οἴσουσʼ, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.
そうすれば、私がお前にふさわしい物を与えるのをその目で見られよう。
§19.145τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
」俊足のアキレウスはこれに答えて言った。
§19.146Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
「アトレウスの子よ、最も栄えある、人々の王アガメムノンよ。
§19.147δῶρα μὲν αἴ κʼ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές, §19.148ἤ τʼ ἐχέμεν παρὰ σοί·
お前が贈り物を差し出したいと思うなら、そうするのもふさわしいし、あるいは自分のもとに留めておくのもよい。
νῦν δὲ μνησώμεθα χάρμης
だが今は、戦いの喜びをすぐさま思い起こそう。
§19.149αἶψα μάλʼ· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδʼ ἐόντας §19.150οὐδὲ διατρίβειν·
ここでぐずぐずしたり、時を過ごしたりすべきではない。
ἔτι γὰρ μέγα ἔργον ἄρεκτον·
未だ大いなる業がなされずに残っているのだ。
§19.151ὥς κέ τις αὖτʼ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται §19.152ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.
人々が再び、アキレウスが先頭に立って青銅の槍でトロイア兵の戦列を打ち滅ぼすのを見るために。
§19.153ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.
お前たちもそのことを心に留め、敵に立ち向かって戦うのだ。
§19.154τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
」知略に富むオデュッセウスが彼に答えて言った。
§19.155μὴ δʼ οὕτως, ἀγαθός περ ἐών, θεοείκελʼ Ἀχιλλεῦ §19.156νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν
「いくら優れた勇者であっても、神に等しいアキレウスよ、そのようにアカイアの子らを飢えさせたままイリオスへと駆り立て、トロイア人と戦わせてはならない。
§19.157Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται
戦いが続く時間は短くはないのだ。
§19.158φύλοπις, εὖτʼ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες §19.159ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.
ひとたび男たちの戦列が衝突し、神が双方に闘志を吹き込まれたならば。
§19.160ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς §19.161σίτου καὶ οἴνοιο·
だから、アカイア人たちに、素早い船の傍らで食物と酒を取るよう命じてくれ。
τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.
それこそが活力であり力なのだ。
§19.162οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα §19.163ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·
人は終日、日の沈むまで、食べ物を口にせずに敵と戦い続けることはできない。
§19.164εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν, §19.165ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει §19.166δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατʼ ἰόντι.
たとえ心の中では激しく戦うことを望んでいても、知らぬ間に手足は重くなり、渇きと飢えが襲い、進むにつれて膝が利かなくなる。
§19.167ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς §19.168ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ, §19.169θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα §19.170πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.
だが、酒と食べ物を十分に満たした者が、敵の男たちと一日中戦うならば、その心は胸の中で勇気に満ち、手足が疲れることはない、すべての者が戦いから退くまでは。
§19.171ἀλλʼ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι §19.172ὅπλεσθαι·
だから、人々の群れを解散させ、食事を用意するよう命じるのだ。
τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων §19.173οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ
そして贈り物は、人々の王アガメムノンが集会の中央へと運ばせるように。
§19.174ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.
すべてのアカイア人が目で見られるように。 大いにあなたの心が和むように。
§19.175ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς §19.176μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·
また彼はアルゴス人の中に立ち上がり、お前に誓いを立てるべきだ、彼女のベッドに入ることも、交わることもなかったと。
§19.177ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν·
それは王よ、男と女の間で当然の定めであります。
§19.178καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.
そして、あなた自身の胸の中の心も穏やかにしてください。
§19.179αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω §19.180πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.
その後、彼は自分の小屋で豊かな宴をもってお前をもてなし、お前が受けるべき正義に何ら欠けるところがないようにするべきです。
§19.181Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳ §19.182ἔσσεαι.
アトレウスの子よ、お前も今後は他者に対してより公正になるだろう。
οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα §19.183ἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.
なぜなら、王たる者が、自分が先に怒らせてしまった男と和解することは、何ら不名誉なことではないからだ。
§19.184τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
」人々の王アガメムノンがこれに答えて言った。
§19.185χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας·
「ラエルテスの子よ、お前の言葉を聞いて嬉しく思う。
§19.186ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.
お前はすべてを秩序正しく述べ、語り尽くしてくれた。
§19.187ταῦτα δʼ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,
私はこの誓いを立てることを望んでおり、私の心もそれを命じている。
§19.188οὐδʼ ἐπιορκήσω πρὸς δαίμονος.
神にかけて偽りの誓いは立てぬ。
αὐτὰρ Ἀχιλλεὺς §19.189μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος·
しかし、アキレウスよ、お前は戦いを急ぐ身ではあろうが、しばらくその場に留まってくれ。
§19.190μίμνετε δʼ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα §19.191ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.
他の者たちも皆、集まったまま待つがよい、贈り物が小屋から届き、我々が確かな誓いの犠牲を捧げるまで。
§19.192σοὶ δʼ αὐτῷ τόδʼ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·
そしてオデュッセウスよ、お前自身に私はこれを託し、命じる。
§19.193κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν §19.194δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσʼ Ἀχιλῆϊ §19.195χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.
全アカイア人の中から最も優れた若者を選び出し、私の船から贈り物を運んでこさせてくれ。 昨日アキレウスに与えると約束したすべての品々と、女たちを連れてくるのだ。
§19.196Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν §19.197κάπρον ἑτοιμασάτω ταμέειν Διί τʼ Ἠελίῳ τε.
そしてタルテュビオスは、広大なアカイアの軍勢の中でゼウスと太陽(ヘリオス)に捧げるための犠牲の猪を速やかに用意せよ。
§19.198τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
」俊足のアキレウスはこれに答えて言った。
§19.199Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
「アトレウスの子よ、最も栄えある、人々の王アガメムノンよ。
§19.200ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι, §19.201ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται §19.202καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.
お前たちは別の時にもっとこのようなことに励むべきだ、戦いの休止が訪れ、私の胸の中の闘志がこれほど激しくないときに。
§19.203νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν
だが今、仲間たちは切り刻まれて横たわっている。
§19.204Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,
ゼウスが彼に栄光を与えたときに、プリアモスの子ヘクトルが打ち倒した者たちが。
§19.205ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον· ἦ τʼ ἂν ἔγωγε
それなのに、お前たちは食事を促すのか。
§19.206νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν §19.207νήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντι
私であれば、むしろ今すぐにアカイアの子らを戦わせるだろう、飢え、食べぬままで。
§19.208τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.
そして日の沈むときに豊かな夕食を用意させる、我々がこの屈辱をそそいだ後に。
§19.209πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη §19.210οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος
それまでは、倒れた友のために、飲み物も食べ物も、私の喉を通りはしない。
§19.211ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ
彼は鋭い青銅に切り刻まれ、私の小屋に横たわっているのだ。 」

語釈・文法注

  1. 19.147δῶρα μὲν αἴ κʼ ἐθέλῃσθα παρασχέμεν — 条件節 αἴ κε + 接続法(ἐθέλῃσθα は epic 形の二人称単数)で、対応する帰結節が省略されている。これは贈り物の有無そのものには全く関心がないという、アキレウスの冷淡で焦燥した心理状態を極めて効果的に表現している。
  2. 19.151ὥς κέ τις αὖτʼ Ἀχιλῆα — 接続詞 ὥς κε と接続法(ἴδηται)の組み合わせは、目的(〜するために)を表す副詞節を形成する。アキレウスが再び戦列の先頭に立って敵を討つ姿を早くアカイア軍に示すべきだという、彼の強固な目的意識を提示する構文である。
  3. 19.182οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα — 非人称形容詞 νεμεσσητόν(コピュラ動詞 ἐστί は省略)が導く不定詞構文。対格の βασιλῆα(王が)は、次行(183行目)の不定詞 ἀπαρέσσασθαι の意味上の主語。さらに ἄνδρα(183行目)がその不定詞の直接目的語であり、全体として「自分が先に怒らせた相手に対して、王たる者が和解を申し出ることは少しも不名誉ではない」という構造を示す。

この箇所を引用する

ホメロス, イリアス §19.140-19.211. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:19.140-19.211

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。