Humanitext Reader

ホメロス · イリアス §17.1-17.69

パトロクロスの遺体警護とエウポルボスの討死

152 / 226 箇所 · ギリシア語

要旨

パトロクロスの死に気づいたメネラオスは遺体を守るべく立ち塞がる。パントオスの子エウポルボスが立ち向かうがメネラオスに討たれ、トローイア軍は恐れて近づけない。

§17.1οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον §17.2Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.
アトレウスの子、戦いを好むメネラオスにとっても、パトロクロスが戦いの中でトローイア人たちに屈したことは隠れることはなかった。
§17.3βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, §17.4ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ §17.5πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο·
彼は輝く青銅の武具に身を固め、最前線の戦士たちの間を進み、まるで初めて子を産み、それまで出産を知らずに哀れっぽく鳴いている母牛が、最初の子牛の周りを歩き回るかのように、彼の周りに立ち塞がった。
§17.6ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.
そのように、金髪のメネラオスはパトロクロスの遺体の周りを歩き回った。
§17.7πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην, §17.8τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι.
そして彼の前に槍と、あらゆる方向に均等な盾を構え、彼に立ち向かってくる者が誰であれ、それを殺そうと熱望していた。
§17.9οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε §17.10Πατρόκλοιο πεσόντος ἀμύμονος·
また、トネリコの槍に優れたパントオスの子も、非の打ちどころなきパトロクロスが倒れたことを無視しなかった。
ἄγχι δʼ ἄρʼ αὐτοῦ §17.11ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·
彼は彼の近くに立ち、戦いを好むメネラオスに向かって語りかけた。
§17.12Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν §17.13χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα·
「アトレウスの子メネラオスよ、ゼウスに育まれし民の指導者よ、退け、死体を残し、血塗られた武具を放っておけ。
§17.14οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων §17.15Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·
なぜなら、トローイア人や名高き同盟軍の誰よりも先に、激しい戦いの中でパトロクロスに槍を命中させたのは私なのだから。
§17.16τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,
だから、私にトローイア人たちの間で大いなる誉れを得ることを許せ。
§17.17μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.
さもなければ、私はお前を撃ち、甘き命を奪うことになろう。
§17.18τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
」これに対して深く憤慨し、金髪のメネラオスは語りかけた。
§17.19Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.
「父なるゼウスよ、度を越して高慢に誇ることは、決して良きことではありません。
§17.20οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος §17.21οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος §17.22θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει, §17.23ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.
豹の気力も、獅子の気力も、またその胸の中で大いなる勇気が力にあふれて猛り狂う、破滅をもたらす野猪のそれも、これほど大きくはありません、トネリコの槍に優れたパントオスの子らの思い上がりが誇るほどには。
§17.24οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο §17.25ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε §17.26καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν §17.27ἔμμεναι·
また、馬を駆るヒュペレーノールの力とて、自らの若さを享受することはできなかった、彼が私を侮り、私に立ち向かい、私をダナオス人の中で最も卑るべき戦士だと言ったときに。
οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα §17.28εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.
私は、彼が自らの足で歩いて愛する妻や気高き両親を喜ばせることはなかったと確言する。
§17.29ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα §17.30στήῃς·
そのように、もしお前が私に立ち向かうなら、私はお前の命を絶つだろう。
ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω §17.31ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο
しかし私はお前に、退いて大軍の中へ入るよう勧める。
§17.32πρίν τι κακὸν παθέειν·
私に立ち向かってはならぬ、何か災いを受ける前に。
ῥεχθὲν δέ τε νήπιος ἔγνω.
実際に起こってからでなければ、愚か者は悟らぬものだ。
§17.33ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν·
」彼はそう語ったが、彼を説得することはできなかった。
ἀμειβόμενος δὲ προσηύδα·
エウポルボスは答えて語りかけた。
§17.34νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις §17.35γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις, §17.36χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο, §17.37ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.
「メネラオスよ、ゼウスに育まれし者よ、今やまさにお前は、お前が殺した私の兄弟の代償を支払うことになる、お前は勝ち誇って語るが、お前は新しい婚礼の部屋の奥深くで妻を寡婦とし、両親には言い知れぬ嘆きと悲しみをもたらした。
§17.38ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην §17.39εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας §17.40Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.
もし私が、お前の首とお前の武具を持ち帰り、パントオスと気高きプロンティスの手に委ねるなら、私は哀れな彼らにとって、嘆きの終わりとなるだろう。
§17.41ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται §17.42οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο.
しかし、戦いはこれ以上、試されぬまま残されることはない、力によるにせよ、恐れによるにせよ、闘わずに終わることはないのだ。
§17.43ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·
」こう語ると、彼はあらゆる方向に均等な盾を突き刺した。
§17.44οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ §17.45ἀσπίδʼ ἐνὶ κρατερῇ·
しかし青銅は突き通せず、その鋭い先端は頑丈な盾の中で折れ曲がった。
ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ §17.46Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·
次に、アトレウスの子メネラオスが、父なるゼウスに祈りを捧げつつ、青銅を手に立ち上がった。
§17.47ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα §17.48νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
そして、後退しようとする彼の、喉の根元を突き刺し、自らの重い手に力を込めてそれを押し込んだ。
§17.49ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή,
槍の先端は柔らかな首をまっすぐに貫いた。
§17.50δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
彼はどさりと音を立てて倒れ、その上に武具が音を立てた。
§17.51αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι §17.52πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.
美の女神たちのように美しい彼の髪と、金や銀で結ばれていた巻き毛が、血で濡れた。
§17.53οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης §17.54χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ,
それはあたかも、人が美しく育つオリーブの若木を、水が十分に湧き出る寂しい場所に植えて育てるかのようである。
§17.55καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι §17.56παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·
それは美しく生い茂り、あらゆる風の息吹がそれを揺らし、白い花をいっぱいに咲かせている。
§17.57ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ §17.58βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ·
しかし、突然激しい嵐を伴う強風がやってきて、それを根穴から引き抜き、地面の上に押し倒してしまう。
§17.59τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον §17.60Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα.
そのように、トネリコの槍に優れたパントオスの子エウポルボスを、アトレウスの子メネラオスは殺した後に、その武具を剥ぎ取った。
§17.61ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς §17.62βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·
それはあたかも、山育ちの獅子が、己の力に自信を持ち、放牧されている群れの中から最も優れた雌牛をさらうかのようである。
§17.63τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι §17.64πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει §17.65δῃῶν·
獅子はまず、その強力な牙でその首をへし折り、それからそれを引き裂いて、血と内臓をことごとく貪り食う。
ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες §17.66πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν §17.67ἀντίον ἐλθέμεναι·
その周りでは、犬たちや牧人たちが、遠くから盛んに叫び声をあげるが、立ち向かうことを欲しない。
μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·
なぜなら、青ざめるほどの恐怖が彼らを捉えているからである。
§17.68ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα §17.69ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.
そのように、彼らの誰一人として、胸の中に高名なメネラオスに立ち向かう勇気を持つ者はいなかった。

語釈・文法注

  1. 17.1οὐδʼ ἔλαθʼ — 助動詞的に機能する λανθάνω +対格(ここでは Ἀτρέος υἱὸν... Μενέλαον)+主格分詞(δαμείς)の構文。「〜が分詞の動作をするのが、〜(対格)に気づかれずにいることはなかった」から、二重否定的に「パトロクロスが倒れたことにメネラオスはすぐに気づいた」という意味になる。
  2. 17.23ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν — 比較級の相関構文。主節(20-22行)では「豹、獅子、野猪の気力(μένος, θυμός)も……」と名詞が主語になっているが、比較節(23行)では「パントオスの子らが思う(φρονέουσιν)」と動詞文になっており、構造的な非対称性がある。しかし、意味的には「パントオスの子らの思い上がりの激しさは、野生動物の獰猛さをも凌駕する」という比喩的な強意を表している。
  3. 17.25ἧς ἥβης — 動詞 ἀπονίναμαι(アオリスト中間態 ἀπόνητο)は属格を支配し、「〜を享受する、〜の恩恵に浴する」という意味になる。ここでは ἧς ἥβης(自らの若さ)がその属格目的語である。
  4. 17.32ῥεχθὲν δέ τε νήπιος ἔγνω — ῥεχθέν は ῥέζω(行う)の受動アオリスト分詞中性主格。「(事の)行われたのち、愚か者は知る(悟る)」という、ホメロスにおいてしばしば用いられる教訓的・ことわざ的な表現。「実際に災難が起こってからでなければ、愚か者は理解できない」という意味。
  5. 17.47ἀναχαζομένοιο — 現在分詞属格単数形。後続の属格 στομάχοιο θέμεθλα(喉の根元)と並置されており、意味上は「後退しようとしている彼(エウポルボス)の」という関係の属格として、突き刺された身体部位を修飾している。

この箇所を引用する

ホメロス, イリアス §17.1-17.69. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:17.1-17.69

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。