Humanitext Reader

ホメロス · イリアス §16.725-16.796

ケブリオネースの討死とパトロクロスの武装解除

150 / 226 箇所 · ギリシア語

要旨

パトロクロスはヘクトールの御者ケブリオネースを討ち取り、嘲笑する。ケブリオネースの遺骸を巡る激しい乱戦の中でパトロクロスは猛威を振るうが、やがてアポローンの奇襲によって無力化される。

§16.725αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.
もしお前が何とか彼を討ち取り、アポローンがお前にお誉れを授けてくださるならば。
§16.726ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,
そう言って、神は再び人間たちの激しい戦いの中へと立ち去った。
§16.727Κεβριόνῃ δʼ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ §16.728ἵππους ἐς πόλεμον πεπληγέμεν.
輝かしいヘクトールは、勇敢なケブリオネースに命じた、馬たちを駆って戦いへと進むように。
αὐτὰρ Ἀπόλλων §16.729δύσεθʼ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν §16.730ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
一方、アポローンは混雑の中に分け入り、アルゴス人たちの中に災いなる混乱を投げ込み、トローイア人とヘクトールには栄光を授けた。
§16.731Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν· §16.732αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.
ヘクトールは他のダナオス人たちを放っておき、殺そうともせず、パトロクロスに向けて、頑強な蹄を持つ馬たちを駆り立てた。
§16.733Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε §16.734σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον §16.735μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,
パトロクロスも他方で戦車から地上へと飛び降りた、左手に槍を持ち、もう一方の手には石を握りしめて、ごつごつした、その手がすっぽり隠れるほど大きな大理石を。
§16.736ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός, §16.737οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα §16.738Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο §16.739ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.
彼は踏ん張ってそれを投げた。 その男から長く退くことはなく、投擲を無駄にすることもなく、ヘクトールの御者、誉れ高きプリアモスの庶子ケブリオネースの額を、馬の手綱を握っているまさにその時に、鋭い石で撃ち抜いた。
§16.740ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν §16.741ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν §16.742αὐτοῦ πρόσθε ποδῶν·
その石は両方の眉を押し潰し、骨は耐えきれず、両方の眼球が埃の中に、地へとこぼれ落ちた、まさに彼の足元へと。
ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς §16.743κάππεσʼ ἀπʼ εὐεργέος δίφρου, λίπε δʼ ὀστέα θυμός.
そして彼は潜水夫のようになって見事に作られた戦車から転落し、命が骨から去っていった。
§16.744τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ·
パトロクロスよ、お前は彼を嘲るようにこう語りかけた、騎士よ。
§16.745ὢ πόποι ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.
「おお、なんと身軽な男だ、いともたやすく宙返りをするとは。
§16.746εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο, §16.747πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν §16.748νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,
もし彼が魚の住む海にいたならば、この男は、牡蠣を探し求めて船から飛び降り、たとえ海が荒れていようとも、多くの者を満腹にさせただろうに。
§16.749ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.
今、平原で戦車からいともたやすく宙返りをしているように。
§16.750ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.
実に、トローイア人の中にも宙返り芸人がいるものだな。
§16.751ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει §16.752οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων
」そう言うと、彼は英雄ケブリオネースに襲いかかった、獅子の勢いをもって。
§16.753ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·
その獅子は家畜小屋を荒らしている時に胸を射抜かれ、自らの勇気がその身を滅ぼす。
§16.754ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.
そのようにパトロクロスよ、お前は闘志に燃えてケブリオネースへと跳びかかった。
§16.755Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε.
ヘクトールもまた他方で、戦車から地上へと飛び降りた。
§16.756τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην, §16.757ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο §16.758ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·
二人はケブリオネースの遺骸をめぐって、二頭の獅子のように争った、山の頂で、仕留められた一頭の鹿をめぐって、飢えた二頭がともに高慢に闘うように。
§16.759ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς §16.760Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ §16.761ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
そのようにケブリオネースをめぐって、戦いの二人の指導者、メノイティオスの息子パトロクロスと、輝かしいヘクトールが、無慈悲な青銅で互いの肉体を切り裂こうと逸っていた。
§16.762Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει· §16.763Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός·
ヘクトールは頭をつかむと放さず、パトロクロスは他方で足をつかんでいた。
οἳ δὲ δὴ ἄλλοι §16.764Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
そして他のトローイア人とダナオス人たちは、激しい乱戦を引き起こした。
§16.765ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιιν §16.766οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην §16.767φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,
東風と南風が、山の険しい谷間で、深い森、すなわち樫やトネリコや、樹皮の厚い山茱萸を揺さぶろうと、互いに争うように。
§16.768αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους §16.769ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,
それらの木は、恐るべき響きを立てながら、互いの細長い枝をぶつけ合い、枝の折れる凄まじい音が響き渡る。
§16.770ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες §16.771δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
そのようにトローイア人とアカイア人は互いに躍りかかり、殺戮し合い、どちらも破滅的な逃走を考えようとはしなかった。
§16.772πολλὰ δὲ Κεβριόνην ἀμφʼ ὀξέα δοῦρα πεπήγει §16.773ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες, §16.774πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξαν §16.775μαρναμένων ἀμφʼ αὐτόν·
ケブリオネースの周囲には、多くの鋭い槍が突き刺さり、弓の弦から放たれた羽のついた矢や、彼の周側で戦う者たちの盾を叩き割る、多くの大きな手投げ石が飛び交った。
ὃ δʼ ἐν στροφάλιγγι κονίης §16.776κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
だが彼は、砂塵の渦の中でその偉大な体を大の字に横たえ、馬術のことも忘れて眠っていた。
§16.777ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει, §16.778τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·
太陽が天の中央に位置している間は、双方の飛び道具が命中し、人々は倒れていった。
§16.779ἦμος δʼ Ἠέλιος μετενίσετο βουλυτὸν δέ, §16.780καὶ τότε δή ῥʼ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.
しかし、太陽が牛を解く刻限へと傾いた時、まさにその時、アカイア人たちは運命を超えて優勢となった。
§16.781ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν §16.782Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο,
彼らは英雄ケブリオネースを、トローイア人の叫び声の届く戦場から引き出し、その両肩から武具を剥ぎ取った。
§16.783Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.
そしてパトロクロスは、トローイア人に破滅を企てて襲いかかった。
§16.784τρὶς μὲν ἔπειτʼ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ §16.785σμερδαλέα ἰάχων, τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν.
彼は俊敏なアレースに劣らず、三度突撃し、恐ろしく叫び声を上げ、三度とも九人の男たちを打ち倒した。
§16.786ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, §16.787ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή·
しかし、彼が四度目、神の如く襲いかかった時、その時こそ、パトロクロスよ、お前に命の終わりが現れた。
§16.788ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ §16.789δεινός·
激しい乱戦の中で、恐るべきポイボスがお前に立ちはだかったからだ。
ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν, §16.790ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε·
彼は混戦の中を進み来る神に気づかなかった、神は濃い霧に身を包んで近づいたからである。
§16.791στῆ δʼ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμω
神は彼の背後に立ち、その背中と広い両肩を手のひらで打ち据えた。
§16.792χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.
すると、彼の目はぐるぐると回った。
§16.793τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·
ポイボス・アポローンは、彼の頭から兜を叩き落とした。
§16.794ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππων
それは転がりながら、馬たちの足元で高い音を立てた、目庇のある兜は。
§16.795αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι §16.796αἵματι καὶ κονίῃσι·
そしてその兜の飾り毛は血と埃で汚された。
πάρος γε μὲν οὐ θέμις ἦεν
以前には、それは許されぬこと(で、そこはアキレウスの頭部を護るべきものであったからだ)。

語釈・文法注

  1. 16.725αἴ κέν πώς μιν ἕλῃς — αἴ κεν(=εἴ κεν)に接続法 ἕλῃς(ἕλων)が続く条件節で、確実ではないが可能性のある期待や望みを伴う条件を表す。後続の δώῃ も同じく接続法であり、神の意思による不確実な未来の実現を暗示している。
  2. 16.736οὐδὲ δὴν χάζετο φωτός — 動詞 χάζομαι(退く、避ける)は分離を表す属格(φωτός)を支配する。ここでは石を投げたパトロクロスが、標的である相手(ヘクトールまたはケブリオネース)から長く身を引かなかったことを示している。
  3. 16.746εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο — 希求法 γένοιτο による条件節で、主節の ἄν + 希求法(747行の ἂν κορέσειεν)と呼応し、現在の事実に反する仮定ではなく、純粋な可能性(潜在的表現)を提示している。パトロクロスの痛烈な皮肉の比喩表現の一部をなす。
  4. 16.776μέγας μεγαλωστί — 形容詞 μέγας と副詞 μεγαλωστί(偉大に、大の字に)を組み合わせた、ホメーロス特有の同根語結合。討ち取られた戦士(ケブリオネース)が戦場に死体となって横たわる姿の壮大さと悲劇性を一際強調する表現。
  5. 16.780ὑπὲρ αἶσαν — 「運命を超えて、分限を超えて」の意。人間の力を超えた出来事、あるいは定められた死の時期や運命の限度を一時的に突破するようなアカイア人の勢いの凄まじさを表す慣用表現。

この箇所を引用する

ホメロス, イリアス §16.725-16.796. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:16.725-16.796

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。